PG 100, col. 225
ἀθετήσειν ἐξώρμητο. ’Δπαξ οῦν τοιούτου σκοποῦ
ἀπαρξάμενος, ἐμφιλοχωρεῖ λοιπὸν, δεινῶς ἀγαν καὶ
δριμέως τὰ τῆς διασκευῆς τοῦ λόγου διεργαξόμενος.
Τῷ καοολικῷ δὲ προσδιορισμῷ κὲχπται, ἀπὸ τοῦ
δοκεῖν περὶ πάσης εἰκόνος τὸν λόγον ποιεῖσθαι, ἀν-
ύποπτος τοῖς πολλοῖς ἔσεσθαι, λέγεσθαι δὲ περὶ ὅτου
αὗτῷ τὰ τῆς σκέψεως πρόκειται.
ιε’. Εἰσάγει γοῦν εὐθύς ο ι Καὶ εἰ καλῶς ὀμοούσιον
αὐτὴν εἶναι τοῦ εἰκονιζομένου. ι Οὐκοῦν τὸ ἁπλῶς
εἱκονίζεσοαι τὸν Χριστὸν οὐ κωλύεις, διὰ δὲ τὸ ἑτε-
ροούσιον τοῦ εἰκονίσματος. Ἕτερον γὰρ ό Χριστὸς¹
καὶ ἕτερον τὸ τῆς ὕλης ἐξ ἧς ἀπεικόνισται. Ταῦτα
δὲ εὐθύνειν ἄρα ού καταγέλαστον; Ἀ γὰρ οὐδ’ ἂν
τῶν ἀπὸ τῆς σκηνῆς τις ἦ τῶν ὲκ τριόδων, οῦς ἐπὶ
κόρρης οἰ πολλοὶ ὲπιτωθάζοντες παίουσι παρ-
εφθέγξατο, οὗτος τῇ μέθη τῆς ἀπιστίας ἐκϐακχευ-
ὓεὶς, καὶ τῷ κράτει τῆς ἀσεϐείας ἑξοιστρηθεὶς, πα-
ραπεφὼνηκε ’ τερθρεία γὰρ ἤδη ταυτὶ, και τηνάλλως
ἐκπεπονημένα αὐτῷ. Ἀλλ’ είσί τινες ἐπὶ τοσοῦτον
ἀμαθίας καὶ ἀλογίας ἥκοντες, ὡς οἴεσθαι αὐτοῖς
ὶνορᾶσθαι λόγου τι ἀξιον. Διὸ ἀναγκαίαν ποιούμεθα
οῦκ ἐπ’ ἀναγκαίοις τὴν ἐξέτασιν. Ti γάρ τῶν εἰρη-
μένων ἀλογώτερον, ἢ ἀδιανοητότερον; Ούὸὲ γὰρ ἂν
ετη ταῦτα τῶν σωζόντων τὸ ἐν διανοίαις ἀκόλουθον.
Εἰ μὲν γὰρ περὶ φυσικῆς εἰκόνος, ἥπερ δὴ τῇ τε· c
κνητῇ ἀντιδιαστέλλεται, προύκειτο αὐτῷ ό σκοπὸς,
ὁποίαν εἶναι τοῦ Πατρὸς λέγομεν τὸν Υἰὺν, εύώδωτο
ἂν αὐτῷ πως ἴσως ό λόγος· διέπιπτε δὲ τὸ ὲν τού-
τοις ἀνοήτως παραλαμβάνεσθαι τὺ ἀπείκασμα· οὐ· '
δὲν γάρ δεήσει ἀπεικασμάτων ἐνταῦθα καὶ στοχα-
σμάτων. Οὐκ ἔστιν οὖν ἐπὶ τούτων ἀπεικάσματα
λέγειν’ ἀσυνετώτερον γὰρ καὶ ἀσεϐέστερον τοῦτο
μᾶλλονῆ ἐκεῖνο. Καὶ δῆλον ποιεῖ ἑαυτὸν ἐξ ἀλλοκό-
των καὶ ἀσυμϐάτων τδν λόγον προάγων.
ις’. Νῦν δὲ ἐπειδὴ περί ἀπεικασμάτων καὶ τεχνη-
τῶν εἰκόνων ό λόγος αὐτῷ κεκίνηται, ἅπερ ἐξ ὕλης
ὑποκειμένης τέχνης τε καὶ τῆς τοῦ μετιόντος ταύ-
την εὐφυΐας ἀποτελεῖται, τίς τῶν εὖ φρονούντων
ἀκούειν ἀνέξεται λέγοντος όμοούσιον ἀπείκασμα
καὶ εἰκόνα τοῦ πρωτοτύπου γίνεσθαι ; Πρῶτον μὲν
γὰρ διασφάλλεται, εἰς ταύτὸν ἄγων οὐσίαν τε καὶ
τέχνην, ἅπερ ἀλλήλων παραπολὺ διενήνοχε. Τὴν
μὲν γάρ φύσιν ό Δημιουργδς καὶ τεχνίτης τῶν ὅλων
ὲκ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε Θεός. Ἦ δὲ τέ-
χνη μιμεῖται τὴν φύσιν, οὐκ αὕτη ἐκείνη γε οὖσα,
ἀ).λά τὺ φυσικὸν εἶδος ὡς παράδειγμα καὶ⁸ πρωτότυ-
πον παραλαϐοῦσα, ἐοικός τι καὶ ὅμοιον ἀπετέλεσεν,
ὥς ἔστιν ἰπὶ πλειόνων τοῦτο ἰδεῖν τεχνητῶν. Ἔπειτα
ἃ τοῦ εἰκότος καὶ νῦν παρενήνεκται λογισμοῦ, κατ’
οὐδὲν διαφέρειν τοῦ ἀψύχου τὸ ἔμψυχον καθοριζόμε-
νος, ἀλλ’ εἶναι ἄμφω όμοούσια· ἐπειδὴ ὡς φέρε
εἰπεῖν δ ἄνθρωπος ἔμψυχον, δεῖ καὶ τὴν τούτου
εἰκόνα ἔμψυχον εῐναιρκαι τὺ ἀπεικασμα, καὶ ἀπειρ-