PG 100, col. 224

αὐτῶν πάντηξ ἀναιροῦσι καὶ παραγράφονται. Ἐντεῦε-
θεν τὸ φλεγμαῖνον τῆς γνώμης, καὶ τὴν ύποικουροῦο
σαν ἐν τῷ βάθει τῆς ψυχῆς, κατά τῶν χαρακτηρι-
ζόντων καὶ ἐμφανιζόντων ἡμῖν τὸ τοῦ Σωτῆρος
ἡμῶν Χριστοῦ ἀνθρώπεια εἶδος δυσμένειαν, ἀτά-
κτως πως καὶ ἀσυναρτήτως ἐκπομπεύων παραδεί-
,κνυσι.
ιγ’. Φησὶ γάρ· ( Κᾶν πᾶσα είκὼν παράγωγος
πρωτοτύπου τινος γνωρίζεται. ι Τίνι ταῦτα παρα-
ϐλητέονς ἢ ἐκεῖνο ῥητέον, ὅτι χαλκέως ἐν τσῳ φύσῃ-ι’
τῆρι ὑπὸ τοῦ ἐμφωλεύοντος καὶ ὀλέκοντος πνεύματος
τὰ σπλάγχνα περιτεινόμενος, κατ’ ἐκεῖνον δὴ τὸν
Βουζίτην τὸν λάλον, ἡνίκα τῷ Αὺσίτῃ τῷ μεγάλῳ
ἐπιπληκτικώτερόν πως προσδιελέγετο. Οὐ γὰρ ἔσθε-
νεν ἐτι κρύπτεινι ἐντὸς τὴν κακοήθειαν. Νῦν ὅπερ
πάλαι ὤδινε πικρὸν τῆς ἀσεϐείας eas, μϐλωσε κύημα,
καὶ ἢν πρὶν ὑπὸ παραπετάσματι ⁸ τῷ πλάσματι κα-
’τασκιάζειν ἐδόκει πονηρίαν ἐκρήγνυσι · καὶταῦτα
μηδέ τῆς ἀκολουθίας τοῦ λόγου φερούσης, ἀκαταλ-
λήλως ἐκτιθέμενος ο δεικνὺς καὶ ἐντεῦθεν, ὅτι βίᾳ
κατεῖχεν ἐν ἐαυτῷ, καὶ ἃ προλεχθέντα αὐτῷ παρ-
επλάσιτο. Καὶ δὴ ἂν περιερῤὠγει αὐτοῦ ἡ γαστὴρ,
εί μὴ ταύτην έρῥηξε τὴν (φωνὴν, καὶ πσρὰ τὴντα-
sui, καὶ παρὰ τὴν ἁρμονίαν, καὶ παρά τὴν ἀκολού-
θησιν τῆς τοῦ λόγου ἐκθέσεως. Μικρά γὰρ τῇ σκηνῇ
προσπαίξας, καὶ es δρᾶμα ὅπερ ὑπεκρίνατο μονο-
νουχὶ διαγελάσας, πρὸς τὴν οἰκείαν ῥοπὴν ἐπανιὼν,
ἐφ’ ἑαυτὸν γίνεται.
ιδ’. Τὸν μυθολογούμενον κολοιδν ἐκεῖνον ή παλαιὰ
εἰσφέρει μυθοπλαστία, ὀθνείοις πτεροῖς ἐγκαλλωπι-
ζόμενόν πως καὶ ἐπαγαλλόμενον ο ἐξρ⁹ δν ἀέριόν
ποτε προσρῆξαν πνεῦμα, σκεδάννυσι μὲν τὴν ἐπείσ·
ακτον εὐμορφίαν, καὶ φροῦδον ποιεί τὸ ἀλλότριον,
ἐκεῖθεν δὲ αὐτῷ τὸ δυσειδὲς λοιπδν ἐξελέγχεται. Τάχα
τι παραπλήσιον καὶ αὐτός μοι πεπονθέναι δοκεῖ.
Ἀλλοτρίοις γὰρ ὥσπερ τῆς εὐσεϐείας ἐν βραχέσιν
ἐαυτὸν-περιμορφὼσας λόγοις, ὑπὸ τῆς ἐμπνεούσης
αὑτῷ ἐναντίας δυνάμεως, οὐκ είς μακρὰνῌτὸ αἶσχος
τῆς ’ἑαυτοῦ δόξης ἔκδηλον παρεστήσατο. Ἆρα γὰρ
οὖν πᾶσίν ἐστι καταφανὴς, ’τῇ τοῦ Χριστοῦ δόξῃ με-
μαχη μένος, ἀπειλῶν καὶ βρέμων κατά τῆς τοῦ Λόγου
σαρκώσεως; ὁτιδὴ πρὶν ἢ κατάρξαι τοῦ περὶ είκό-
νων λόγου, δι’ ὧν ἀπέρριψεν ἐν μέσῳ ῥημάτων, τὴν
οίκείαν καὶ πρὸ τῆς ἀρίστης ἐκείνης τοῦ λόγου κα-
τασκευῆς, ὑπαινίττεται γνώμην. Σκοπεϊτε γὰρ ὲν·-
ταῦθα, ποίας ἀκολουθίας ἔννοιαν διασώζει ταῦτα
πρὸς τὰ προηγούμενα · ἐν γάρ τοῖς προλαϐοῦσι-περί
τέ φύσεων καὶ ὑποστάσεως διαλεγόμενος, ἀθρόον
ὑπ’. αὐθαδείας καὶ ἐμπαθείας ἐκϐιαζόμενος, ἐπὶ
(l7) De inconstantia.quucndi Acepghalqrumdhélo:
nuit-li'y'sifitarum‘circa Christfinaturas, diu. Eustathius
ἱίἷὸξὶέἐιίίιέ a me editus Srriut. vet. t. VII.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.