PG 100, col. 229

ἔμπαλιν τοῦτο ἐκείνῳ. Οὐχ ὥσπερ ὲπί τινος ἀνθρώ-
που, φέρε εἰπεῖν, ὁμοία μὲν αὐτῷ λέγεται ή ἐκείνου
εἰκὼν, ἀλλ’ οὐκ ἐκεῖνος ὅμοιοςαὺτῇ. Καὶ δὴ καὶ ἀν-
τιστρέςρουσαν τὴν ἐνυπάρχουσαν αὐτοῖς σχέσιν,
ἐπίσης καὶ ἀπαραλλάκτως ἔχειν, καὶ ἄνθρωπον
εἰκόνος, μὴ ὅτι μόνον ἀνθρώπου εἰκόνα εἰρῆσθαιο
ἐπὶ τούτοις ἤδη καὶ διαπορεῖσθαι, ὁπότερον θατέρου
αἴτιον εῖναι καὶ πρότερον. Ταῦτα δὲ τὴν ἐκείνου σα·-
φῶς παρίστησι σύνεσιν. Ἀρα γάρ οὐ κιϐδήλου καὶ
παρενηνεγμὲνης φρενὸς, τὰ τοιαῦτα εὑρήματα;
Τοσοῦτον ἀνεπίσκεπτος τῆς τῶν ὄντων φύσεως, καὶ Β
τῶν ἀληθῶν μακρὰν διῳκισμένος κινδυνεύσειε, ταῦτα
οὐδὲν ἄμεινον εἶναι τῶν ὲν τοῖς γυναικωνίτισι παρά
τοῖς κωθωνιζομένοις γραῖδίοις ⁸κατὰ τάς μακρὰς
ε όμιλίας ᾀδομένων μυθολογήματα.
ιη’. Ὠς οὖν ἥκιστα αύτῷ εὐσεϐείας προσῆν ἔναυ-
σμα πώποτε, οὐδὲ λογικῆς ἐπιστήμης κᾶν βραχῦ
γοῦν τι περιγέγονε. Πόθεν γὰρ αὐτῷ αἰτίου καὶ αἰ-
τιατοῦ ἢ τῆς τοῦ ὁμοίου παραθέσεως ὁ λόγος διασω-
θήσεται, ῆτδ μετέχον καὶ μετεχόμενον, ἑτερότης
τε καὶ διαιρορά ὲπικριθήσεται; ἅπερ ἐπί τε τοῦ
ἀρχετύπου καὶ τῆς εἰκόνος φυσικῶς ὲνθεωρεῖται, τὰ
μὲν τὴν σχέσιν καὶ τὴν ποιότητα τὴν ὲν αὐτοῖς, τὰ
δὲ τὺ ἑτεροῖον τοῦ ὑποκειμένου ήμῐν ὑπογράφοντα.
οὗτος δὲ τὸ ταύτὸν καὶ ἀπαράλλακτον ἐπ’ ἀμφοῖν
τιθέμενος, ἀγνοίᾳ τῆς τῶν όντων ἐπισκέψεως, τὸν
τῆς εἰκόνος λόγον ὀλοτρόπως ἀνεῖλεν, ὅπερ ἐστὶν
ἀδύνατον. Οὕτω γὰρ καὶ τῶν πραγμάτων ή φύσις
αύτῷ παμκεχάρακται. Ἀλλ’ ἔοικα τῇ αὐτῇ ἐκείνῳ
ἀπαιδευσίᾳ συμπεριηνεγμένος, τὸν εἰς μνήμην τού-
των οὐκ ἀφιγμένον πώποτε καταιτιώμενος. Δόξαιμι
γὰρ ἀν ταύτόν τι ποιεῖν, ώς εἴτις τὸν γεωργὸν ἢ τὸν
βάναυσον, τῷ θεωρητικῷ διευθύνειν ἐπιχειροίη. Τί
γὰρ δεῖ τὸν ἀνδροφόνον καὶ ἀμουσοχ λογικαῖς, ἔφ-
όδοις μετέρχε σθαι,τὸν αῖμασιν ἀνθρωπείοις καὶταῦτα
Χριστιανῶν χαίροντα, κυσί, τε καὶ συσὶν ἑπαγαλλόυ
μενον, οἷς τὸ πλέον τῆς ζωῆς χαριζόμενος ἔνειμεν ;
ὅθεν αὐτῷ ή μελέτη τῶν δογμάτων ἐξήρτηται, καὶ
τῆς πολλῆς ἐπιστήμης διὰ τῆς τῶν τοιούτων ἀσκή-
σεως συναγήγερταιή κατάληψις. Ἐῶμεν τᾶλλα τοῦ
βίου λέγειν τά νῦν, ἀ καὶ λέγειν αἰσχρὸν, καὶ⁵ ἀκούειν
χ λεγόντων αἰσχρότερον τε καὶ βλαϐερώτερον. Τίς γάρ
ἀν ῖδοι ἄνθρωπον κυνηλατοῦντα καὶ συῶν καὶ ὲλά-
φων ἴχνη ’κυσὶ καὶ θηρσὶν ὡσαύτως περιαθροῢντα,
καὶ τῆς φίλης ἰππείας ὡς ήδίστης περιαληλιμμὲνον
καὶ δεδευμένον, καὶ ὡς εὐώδους μύρου ἀντειλημμέ-
νον, τοῖς ὗιιηλοῖς τῆς εὐσεϐείας ἀσφαλῶς καὶ ὑγιῶς
προσϐαίνοντα δόγμασι; Ῥᾷον γὰρᾶν τις ἀκούων
οῖσειεν, ἐν κώπῃ τὴν κεραμείαν ἢ γεωργίαν, ἀλλὰ
μὴ τὴν ναυτιλίαν τινὰ ὲκπαιδεύεσθαι, καὶ θωρακο-
φοροῦντα θαλαττεύειν μᾶλλον οὐχ ὁπλιτεύειν, ἧ τὸν
ἑν aucupia καὶαίσχρότησινἊρρήτοις ἐμμολυνόμενον,
καὶ χερσὶ καθῃμαγμέναις, καὶ ἀκολάστῳ γλώσσῃ,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.