PG 102, col. 728

ἐκπόρευσις, καὶ διὰ τί; Περιττόν γὰρ ἂν εἰη τοῦτο,
καὶ μάταιον.
ι’. Ἔτι δὲ, εἰ έκπορεύεται τοῦ Υίοῦ τό Πνεῦμιί,
ὥσπερ ἐκ Πατρός· τί μὴ καὶ 6 Υἱός έκ τοῦ Πνεύμα-
τος γεννᾶται, ὥσπερ ἐκ Πατρός ; ἵνα εἴη πάντα τοῖς
ἀσεϐοῦσιν ἀσεϐῆ, καὶ αἱ γνῶμαι, καὶ τὰ ῥήματα·
καὶ μηδεν αὐτοῖς ἀτόλμητον ῦπολίποιτο.
ια’. Σκόπει δε κάκείνου εἰ γὰρ ἓν ᾧ τοῦ Πατρός
έκπορεύεται τό Πνεῦμα, ἠ ἰδιότης ἐπιγινώσκεται
αῦτοῦ· ὡσαύτως δὲ, καὶ ἓν γεννᾶται ό Υἱός,ἦ
τοῦ Υὶοῦ. Ἐκπορεύεται δὲ, ὡς 6 ἐκείνων λῆρος, καὶ
τό Πνεῦμα ἐκ τοῦ Υἱοῦ. Πλείοσιν ἄρα ἰδιότησιν δια-
στέλλεται τό Πνεῦμα τοῦ Πατρός, ἤπερ ό Υἱός. Ku-
νόν μὶν γὰρ Πατρὶ καὶ Υἰῷ, ἡ ἐξ αὐτῶν τοῦ Πνεῦμα-
τος πρόοδος · ἰδία δε τοῦ Πνεύματος, ἧ τε ἐκ τοῦ [la-
τρός έκπόρευσις, καὶ μὴν καὶ ἡ ἔκ τοῦ Υἱοῦ. Εἰ δι
πλείοσιν διαφοραῖς διαστελλεται τό Πνεῦμα, ἦπερό
Υἱός, ἐγγυτέρω ἂν εἴη τῆς πατρικῆς οὐσίας ό Υἱὸς,
ἥπερ τὸ Πνεῦμα· καὶ οὕτως ἡ Μακεδονίου πάλιν,
κατὰ τοῦ Πνεύματος, παρακύψει τόλμα, τὸ ἐκείνων
ὑποδυομένη δρᾶμα, καὶ τὴν σκηνήν.
ιβ’ "sum τε δὲ, εἰ πάντα τὰ κοινὰ Πατρός καὶ
Υὶοῦ, καὶ τοῦ Πνεύματος πάντως ὑπάρχει κοινά ° ὡς
τό Θεὸς, τό Βασιλεύς, τὸ Δημιουργὸς, τὸ Παντοκρά-
τωρ, τό ’Υπερούσιον, τό Ἀπλοῦν, τό Ἀσχημάτιστον,
τό Ἀσώματον, τό Ἀόρατον, ἁπλῶς τὰ ἄλλα πάνταο
κοινὸν δὲ Πατρός καὶ Υίοῦ, ἡ τοῦ Πνεύματος, ἕξ αὖ·
τῶν, πρόοδος - καὶ ἐξ ἑαυτοῦ ἄρα έκπορευθήσεται τὸ
Πνεῦμα· καὶ ἀρχὴ ἔσται αύτό ἑαυτοῦ, καὶ αἴτιον
ἅμα καὶ αἰτιατόν. Ὅπερ οὐδ’ οἱ τῶν Ἑλλήνων μύθοι
ἀνεπλάσαντο.
ιγ’ Ἀλλὰ καὶ εἰ μόνου Πνεύματός ἔστι, τό εἰς
ἀρχὰς ἀναφέρεσθαι διαφόρους, πῶς οὐκ ἔστι μόνον
Πνεύματος, τό πολύαρχον ἔχειν ἀρχὴν ;
ιδ’. Ἐτι δὲ, εἰ έν οἷς Πατρὶ καὶ Υίῷ κοινωνίαν
ἐκαινούργησαν, τό Πνεῦμα τούτοις ἀποτειχίξονσιν⁶
Πατὴρ δὲ κατ’ οὐσίαν Υίῷ, ἀλλ’ ού κατά τι τῶν
συνάπτεται· τῆς κατ’
ἰδιωμάτων, εἰς κοινωνίαν
ούσίαν ἄρα συγγενείας, τὸ Πνεῦμα περιορίζουσιν.
ιε’. Ὁρᾷς, ὡς μάτην οὗτοι, μᾶλλον δ’ εἰς πρόχει-
ρον θήραν τῶν πολλῶν, τό τῶν Χριστιανῶν ἑαυτοῖς
ἐπέθεσαν ὄνομα. Ἐκπορεύεται τό Πνεῦμα τοῦ Υἱοῦ⁶
πόθεν ἤκουσας τοῦτο; ἐκ ποίων Εύαγγελιστῶν τὴν
φωνὴν ἔχεις rerum»; ποίας συνόδου τό βλάσφημον
τοῦτο ῥη μα ;
ις’. Ὀ Κύριος καὶ Θεὸς ἡμῶν φησιν, T6 “vf-35‘“,
ὃπαρὰ τοῦ Πατρός ἐκπορεύεται · οἱ δὲ τῆς scivit
ταύτης δυσσεϐείας πατέρες, T6 Πνεῦμα, φησιν» °
παρὰ τοῦ Υίοῦ ἐκπορεύεται.
Τίς ού κλείσει τὰ ὦτα πρὸς τὴν ὑπερϐολὴν τῧῖ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.