PG 102, col. 737

ζῆλος ἀνέφλεξεν, (Παῦλος πάλιν βοᾷ, Εὐλογητὸς
ό Θεὸς εὶς τοὺς αἰῶνας) ὥστε καὶ ἐπίσκοπόν καὶ
ποιμένα δέξασθαι, καὶ τὰ τῶν Χριστιανῶν θρη-
σκεύματα, διὰ πολλῆς σπουδῆς καὶ ἐπιμελείας, ἀσπά-
ζεσθαι.
λς’. Τούτων οὑν οὑτω, τῇ τοῦ φιλανθρώπου Θεοῦ
χάριτι, τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι,
καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τῶν παλαιῶν
αὐτοῖς δοξασμάτων μετατιθεμένων, καὶ τὴν εἱλισ
κρινῆ τῶν χριστιανῶν πίστιν ἐκείνων, ἁλλασσομένων ·
εἰ διανασταίη καὶ ἡ ὑμετέρα ἀδελφότης συμπροθυ-
μηθῆναι, καὶ συγκατεργάσασθαι, εἰς τήν ἐκκοπὴν
xui καῦσιν τῶν παραφυάδων, ἑν Κυρίῳ Ἰησοῦ Χρι-
στῷ, τῷ ἀληθινῷ Θεῷ ἡμῶν πεποιθότες ἐσμεν, ὅτι
τό ποίμνιον αὑτοῦ, ἐπὶ πλέον ἔτι μᾶλλον αὐξηθήσε-
ται, xui πληρωθήσεται τὸ εἰρημένον, ὅτι Εἰδὴσου-
σίν με πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, αὑτῶν
καὶ, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν
ἆποστολικῶν διδαγμάτων, καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὑτων.
λζ’. Δεῖ οὖν τοὺς παρ’ ὑμῶν ἀνθ’ ὑμῶν στελλομέ’
νους, καὶ τὸ ὑμέτερον ὑποδυομένους ἱερὸν καὶ ὅσιον
πρόσωπον, τὴν ὑμετέραν αύθεντίαν, ἣν ὑμεῖς ἐν
Ηνεύματι ἁγίῳ ἔκληρώσασθε, ἐγχειρισθῆναι· ὡς οἷν
περί τε τούτων τῶν κεφαλαίων, καὶ περὶ ἑτέρων
τούτοις παραπλησίων, ἐξ αύθεντίας ὦσιν ἀποστολι-
κοῦ θρόνου, xui λέγειν ἱκανοὶ, καὶ πράττειν ἀκώλυ-
τοι. Καὶ γὰρ δὴ, καὶ ἀπὸ τῶν τῆς Ἰταλίας μερῶν,
συνοδική τις ἐπιστολή πρὸς ἡμᾶς ἀναπεφοίτηκευ )‘s
ἆῤῥήτων ἐγκλημάτων γέμουσα · οἶτινα κατὰ τοῦ
οἰκείου αὐτῶν ἐπισκόπου, οἱ τὴν Ἰταλίαν οἰκοῦν-
τες, μετὰ πολλῆς κατακρίσεως, καὶ ὅρκων μυ-
ρίων, διεπέμψαντο· μὴ παριδεῖν αὐτοὺς οὑτως οἰκ·
τρῶς ὀλλυμένους, καὶ ὑπὸ τηλικαύτης Βαρείας πιε-
ζομένους τυραννίδος. καὶ τοὺς ἱερατικοὺς νόμους
ὑϐριζομένους, xui πάντας θεσμοὺς Ἐκκλησίας ἁνα-
τρεπομένους. Ἀ καὶ πάλαι μὲν διὰ μοναχῶν καὶ
πρεσϐυτέρων ίκεῖθεν ἁναδραμόντων, εἰς πάντων
ἀκοὰς διεφέροντο. Βασίλειος δ’ ἄρα ἦν, καὶ Ζωσιμᾶς,
Μητροφάνης τε, καὶ σὺν αὑτοῖς ἕτεροι, οἱ τὴν τοιαύ-
την τυραννίδα ἁπωδύροντο, καὶ πρὸς ἐκδίκησιν τῶν
Ἐκκλησιῶν ἐξεκαλοῦντο δακρύοντες. Νῦν δὲ (ὡς D
ἔφθην εἰπὼν) xui γράμματα διάφορα, καὶ ἐκ δια-
φόρων ἐκεῖθεν ἀναπεφοίτηκεν, τραγῳδίας ἁπάσης
καὶ μυρίων θρήνων γέμοντα· ὧν τὰ ἶσα, κατὰ τὴν
εκείνων ἀξίωσίν τε xui ἐξαίτησιν (καὶ γαρ εἰς πάν-
τας τοὺς ἀρῃερατικοὺς xui ἁποστολικοὺς θρόνους
διαδοθῆναι ταῦτα μετὰ φρικτὼν ὅρκων xui παρακλὴ-
σεων ἔδυσὼπησαν), ὡς αὑτὰ ἐκεῖνα παραστήσει ἀνα-
γινωσκόμενα. Τῷ δὲ ἡμῶν τῷ γραμματίῳ ίνετάξα-
μιν, ἶνα καὶ περὶ τούτων, τῆς ἁγίας καὶ οἰκουμενι-
⁹ Act. vui, 10. ³ο Psal. xvm, 5; Rom. ι, l8,
1 γρ. ἀναπεφύτεκεν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.