PG 103, col. 1096

αὐτῷ ξύλα νοερά τέ εἶσι καὶ σύνεσιν έχουσι καὶ λό-
γον, καὶ ὡς ὁ ἅνθρωπος μετὰ τήν παράϐασιν ἐκεῖθεν
ἐπὶ τήν γῆν κατηνέχθη. Εἶτα καὶ τὸ ἀντικείμενον,
ὅτι 6 παράδεισος οὐκ ἔστιν ἐν τῷ τρίτῳ οὐρανῷ, ἀλλ’
ἐπὶ τῆς γῆς. -- [472 Η.] Ὃτι τὰ ἡτοιμασμένα τοῖς
δικαίοις ἀγαθὰ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν,
οὕτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέϐη. Ἡγήσιππος μέν-
τοι, ἀρχαῖός τε ἀνὴρ καὶ ἀποστολικός, ἐν τῷ πέμπτῷ
τῶν Ὑπομνημάτων, οὐκ οἶδ’ 6' τι καὶ ¹¹ παθὼν, μάτην
μὲν εῗρῆσθαι ταῦτα λέγει, καὶ καταψεύδεσθαι
τοὺς
ταῦτα φαμένους, τῶν τε θείων Γραφῶν καὶ τοῦ Κυ-
ρίου λέγοντος· Μακὰριοι οὶ ὀφθαλμοὶ ὑμῶν οἱ
βλέποντες, καὶ τὰ ὦτα ὑμῶν τᾶ ἀκούοντα, καὶ
ἑξῆς. -· Ὅτι οἱ έν τῇ κολάσει παραδιδόμενοι τῶν
ἁμαρτωλῶν καθαίρονται τῆς κακίας έν αὐτῇ, καὶ
μετὰ τήν κάθαρσιν ἀπολύονται τῆς κολάσεως. Εἶτα
καὶ δτι¹² οὐ πάντες οἱ παραδοθέντες τῇ κολάσει
καθαίρονται καὶ ἀπολύονται. ἀλλὰ τινες· καὶ δτι,
ὅπερ ἐστὶν ἀληθὲς τῆς Ἐκκλησίας φρόνημα, οὐδεὶς
ἀπολύεται τῆς κολάσεως. - ’ἷΟτι τὸ καίεσθαι καὶ μὴ
κατακαίεσθαι φθοράν ἐστιν ἄφθαρτον φθείρεσθαι.
Τίτος δὲ 6 ἐπίσκοπος Βόστρων, κατὰ Μανιχαίων γρᾶο
φων, ἐν τῷ πρώτῳ λόγῳ φησί’ Πῶς ἃν εἴη φθορὰ⁵
ἑαυτῆς ἡ dilapsi; Πάντως γὰρ ’έτερὸν τι φθείρει,
οὐχ ἑαυτήν. Εἰ δὲ ἑαυτὴν ἔφθειρεν, οὐδὲ τὴν
ἀρχὴν ἂν ὑπέστη ' φθαρήσεται γὰρ ἑαυτὴν μᾶλ-
λον φθείρουσα ἢ οὖσα* φθορὰν γὰρ ἄφθαρτον
ἀδύνατον κατά γε τὰς κοινὰς ἐννοίας ἰπινοηθῆ-
ναί ποτε. Καὶ δῆλον ὅτι 6 μὲν ἱερὸς οὗτος ἆνῆρ καθ’
ἑτέραν ἔννοιαν εἶπεν ἀδύνατον εἶναι τήν φθορὰν
ἄφθαρτον, ὁ δὲ θεσπέσιος Ἰωάννης καθ’ ἑτέραν · 6
μὲν γὰρ τήν φθορὰν ἄφθαρτον εἶπεν ἀντὶ τοῦ δι-
αιωνῖζουσαν καὶ διὰ παντὸς γινομένην, [896 3.] 6 δὲ
τήν φθορὰν ἄφθαρτον μή εἶναι, τουτέστι ί³ μὴδύνα-
σθαι την φθορὰν ἀπάθειαν εἶναι καὶ ἀφθαρσίαν καὶ
σωστικὴν τῶν ὑποκειμέθων ³⁸. Ἀλλ’ οὕτως ἐχούσης
ἑκατέρας διανοίας, 6 πατὴρ τῆς παρούσης σπουδῆς
Γὸϐσρος, τὴν διάφορον ἔννοιαν οὐ συνιεὶς, ὡς ἀντικει-
μένας ἀλλήλαις παρέθηκε τὰς φωνάς.- ’Ότι 6 μέλλων
αἰὼν ὄγδοός ἐστι· καὶ τὸ ἀντικείμενον, ὡς οὐκ ὄγδοος,
ἀλλ’ ἔνατος.-“Οτι τὸ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι-
D στοῦ σῶμα λεπτομερὲς μετᾶ τὴν ἀνάστασιν γέγονε
. . ι , , . ι . μ,
καὶ πνευματικὸν καὶ οὐράνιον καὶ κοῦφον καί μηδὲ
ὑποπίπτον ἀφῇ, καἲ διὰ τοῦτυ καὶ ¹⁸ τῶν θυρῶν εἷσ-
ῆλθε κεκλεισμένων· καὶ ὡς τὸ ἁπτὸν καὶ παχυμερὲς
σῶμα ἕτερόν ἐστι παρὰ τὸ λεπτομερὲς, καὶ ἀντίτυ-
πον, καὶ οὐσίας διαφόρου. Καὶ τοῦ εἰρημένου τὸ ἂν·
τικείμενον,ὅτι 6 Κύριος ἡμῶν Ἰησοῦς 6 ¹⁶ Χριστὸς
μετὰ την ἀνάστασιν οὕτε ἀνέπαφον οὔτε λεπτομερὲς
οὔτε πνευματικὸν εἶχε σῶμα, κατᾶ θαυματουργίαν δὲ
καὶ οὐ τῇ τοῦ σώματος φύσει τῶν θυρῶν εἷσῇλθε γε·
1³ ante τουτέστι cum Β omisi haec : τουτο

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.