PG 103, col. 820

ηγησασθαι δικαιοσύνης ἀπόδειξις ἦν, ὼς ἃν μαθόντες
ἓπιποθήσωμεν, ποθήσαντες δὲ πρὸς τὸ ποθούμενοι
παρασκευαζώμεθα. Τοῖς δὲ ἀγγέλοις γνώριμος ἦν
ἀπ’ ἀρχῆς καὶ εἰς γνῶσιν ἠγμένος ὁ οὐρανός. "Et:
δὲ καὶ ἡμῖν μὲν τὴν ἀνάστασιν ἑνωθεὶς καὶ τὸ
ἄφθαρτον καὶ ἀθάνατον διά τῆς οἰκείας χαρίζεται
ἀναστάσεως ⁸ τὸ δὲ ἀσώματον γένος, ἀθάνατον ὃν.
τῆς τοιαύτης ἀνενδεές χάριτος. Καὶ δι’ ἡμᾶς μὶν
ἐπιδημήσας σαρκῖ τῆς κατεχούσης τοῦ διαϐόλου
τυραννίδος ἠλευθέρωσε, τὰς ἀρχὰς θριαμϐεύσας καὶ
τὰς ἐξουσίας ἐν τῷ σταυρῷ, καί δύναμιν ἡμῖν χαρι-
σάμενος πᾶσαν τήν τοῦ ἐχθροῦ δύναμιν καταπατεῖν ·
εί δὲ τὴν ἐκείνων ὑπὲδυ φύσιν, τίνας ἂν κατηργησε ;
ποίαν δὲ τήν ἐξουσίαν τίσιν ἐδίδου καὶ κατά ri-
νων ;
Χωρὶς δὲ τῶν εἰρημένων, ἡμῖν μὶν πεσοῦσιν οὐδεὶς
ἦν ὑπογραμμὸς τὴν αὐτὴν λαχὼν φύσιν διορθώσεως,
τοῖς δὲ πεπτωκόσι τῶν δαιμόνων μυρία τάγματα τῶν
ἀσωμάτων ἀτρέπτως ἑστηκότα πρόκειται, καὶ πο·-
λιτείας ἐνθέου παράδειγμα ὄντα καὶ διορθώσεως
ἀκλινοῦς ὑποτύπωσις. Διόπερ ὁ πάντα σοφῶς καὶ
ὑπὲρ λόγον προνοούμενος καὶ πράττων Θεὸς ἡμῶν,
ὁ τοῦ Θεοῦ Λόγος, τῆς μὶν ἀνθρωπίνης φύσεως τὸν
ὄλισθον ὑποστάσης καὶ προσλαμϐάνεται ταύτην
ἀρρήτῳ φιλανθρωπίας μέτρῳ, καὶ δι’ αὐτῆς πᾶσι
τοῖς ὁμοφυὲσι τήν τε διόρθωσιν καὶ τήν ἀφθαρσίαν
καὶ τὰ μυρία χαρίζεται ἀγαθὰ, τοῦ δὶ δαιμονίου φύ-
λου οὖ μὲν οὖν οὔτε δικαίαν οὔτε συμφέρουσαν κρίνει
τὴν πρόσληψιν. Οὕτω μὶν οὖν καὶ τὸ ἐπὶ τούτῳ τῷ
φιλοθεάμονι καὶ σπουδαιολόγῳ ἀνδρί διανύεται κει
φάλα ιον.
Ἐν δὶ τῷ μβ’ ζητεῖ πόθεν ἡμῖν μὶν ἔκ τε tofi
χείρονος εἰς τὸ κρεῖττον καὶ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ
κρείττονος ὴ μεταϐολὴ καὶ πολλὴ καὶ διάφορος καὶ
μικροῦ συνεχὴς, τῶν δὲ ἀσωμάτων γενῶν τοῖς μὲν
τὸ καλὸν ἀμετάϐλητον, τοῖς δὲ τὸ φαῦλον. Καὶ τί·
θησιν αἰτίαν ἡμῖν μὶν τῆς ἔφ’ ἑκάτερα στασιαζούσης
ῥοπῆς τῆς [338 H.] ὗποϐεὸλημένης ὕλης τὸ ῥοῶδές
τε καὶ εὐπαράφορον, ποτὲ μὲν τοῦ λογισμοῦ κρα-
τοῦσαν ³⁷, ποτὶ δὲ κρατουμένην. Ἐν ἐκείνοις δὲ μηδα-
μῶς τῆς ὕλης παρείσδυσιν λαϐούσης ὁ λογισμὸς
μόνος τῶν πράξεων ἔχει τὸ κράτος. Διὸ τῶν μιν
ἑκουσίως καὶ ὡς ἀληθῶς αὐτοκρατορικῶς πρὸς τὸ
χεῖρον ἀπενεχθέντων ἡ πτῶσις ἀνίατος γίνεσαι, οὐκ
ἐχόντων ἕτερόν τι κρεῖττον ἐν ἑαυτοῖς, ’ὁ τὴν αὐτο-
δὲσποτον γνώμην αὒτήν ὑφ’ ἑαυτῆς ῥεύσασαν πρὸς
τὸ χεῖρον πάλιν ἀνακαλέσοιτο · ὥσπερ αὖ πάλιν τοίς
ἑκουσίως καὶ αὐτονόμως τὸν ἔρωτα τοῦ ἀγαθοῦ λα-
6οὖσιν[633 R.] ἀπαράτρεπτος ό πόθος ὑπὸ ⁸³3μηδεν
μιᾶς ῥοῆς ἐνοχλούμενος διασώζεται. Ἡμεῖς δὲ ὥσπερ
διπλοῖ τινές ἔσμεν ⁸ διὸ καὶ μεταμεληθέντες οἷς
ν) Ι Cor. ιι, 6.
VARI/i3 LECTIONES

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.