PG 103, col. 849

καὶ πόδας τῶν κατά φύσιν, τοῖς δὲ ἑρπετοῖς οὐ δί-
δωσι πόδας, οἳ παρέξουσιν αὐτοῖς τὸ ἐν τῇ βαδίσει
χρήσιμον, οὐκ ὀφθαλμοὺς τοῖς ἀσφάλαξιν, οὐδ’ ἅλ-
λοις ὧν δέονται ; εἶτα ζῇν μὲν οἷς τὰς ἀκαίρους προσ-
θήκας ἔδωκεν οὐκ ἐᾷ (πάντα γὰρ βραχύϐια τὰ τε-
ρατόμορφα), καὶ τῇ προσθήκῃ τήν ὅλην ἀφανίζει
φύσιν ⁸ ὧν δὲ τὰ κατὰ φύσιν ἀφεῖλε, χεῖρας ἢ πόδας
ἣ δφθαλμοὺς, ταῦτα ζῇν ἐᾷ, τὴν σωματικὴν πήρωσιν
ἀπαραμύθητον ἔχοντα’ Εἰ μὲν οῦν τις εἰς εἱμαρμέ-
νην ἀναφέρει ταῦτα, αὐτὸς Η σὺν αὐτῇ τῆς ἀτοπίας
ὁ αἴτιος ° si δὲ τῆς φύσεως οἶδε τὸ διαμαρτάνειν,
ἐξαιρεῖ τὸ Θεῖον τῆς κατηγορίας. Ὠσπερ γὰρ αὐτῇ
τρέχειν οἰκείους νόμους διώρισεν, οὕτω καὶ θνητὴν
συνεχώρησε κατά τινα συμφέροντα λόγον. Αὕτη δὲ
σώζουσα μὲν τὰ οἰκεῖα μέτρα οὐδὲν ὑϐρισμένον φέ-
ρει, ἐξοκείλασα ⁸⁵ δὲ πρὸς ἀμετρίας ἢ ἐνδείας ἢ φό-
ϐους ἢ πάθη καὶ τοὺς δοθέντας παραχαράττουσα
νόμους οὐδ’ ἐν τοῖς τικτομένοις τὸ ἀκίϐδηλον σώζει.
Διά τί δέ τινα τῶν ζώων οὐ τρέφει τὰ γεννήματα.
ὥσπερ πτηνῶν μὲν ίδ γῦπες καί κόρακες, ἰχθύες δὲ
μικροῦ σύμπαντες ο τὰ δὶ καὶ γηροτροφεῖ τοὺς τε-
κόντας ; καὶ τὰ μὲν καὶ νόθον ὕποϐάλλεται γονὴν καὶ
τρέφει, τὰ πλεῖστα δὶ cii; καὶ τίς ἂν τὰς ἀναριθμή-
τους τῶν ὄντων διαφορὰς καταλέξειεν; Ἀλλὰ ταῦτα
μὶν καὶ ἐν τῷ δ’ λόγῳ.
delapsa, adversus latas sibi leges quidpiam admittat, mox neque in iis quas gignuntur sincerita-
tem servat. Cur insuper quaedam animantia suos fetus non nutriunt, quemadmodum in volatilibus
vultures, corvi, piscesque fere omnes; quaedam vero etiam parentes in senio alunt; item alia etiam
illegitimum sibi suppositum fetum nutriunt, pleraque vero minime? At quis innumerabiles rerum
omnium differentias recenseat? Igitur haec quidem libro quarto continentur.
Ἑν δὶ τῳ ε’ λόγῳ ἄλλα τε διέξεισι, καὶ πρὸ αὐτῶν
ὁμοίως κατὰ τῆς εἱμαρμένης τοῦτο. El τοῖς γονεῦσι,
[680 Β.] φασὶ, τὸ τίκτειν ἂπὸ γενέσεως ὑπάρχει,
δῆλον ὡς ἀπὸ τῆς τῶν πατέρων γενέσεως καὶ ἡ τῶν
υἱῶν γένεσις καὶ ἡ ταύτης ὥρα διωρίσθη. El δὲ μή,
οὗ τῶν γεννησάντων ἡ γένεσις ἀποτελεῖ τοὺς τικτο-
μένους, καὶ μάτην ὁ πολὺς τῆς εἱμαρμένης λόγος.
Εἰ γὰρ τὸ σπαρῆναι καὶ κυοφορηθῆναι καὶ τέλειον
προελθεῖν ἢ ἀτελὲς [352 Η.] τῆς γενέσεως ἔργον
ἐστὶ τῶν τικτόντων, δῆλον ὅτι καὶ ἦ τούτων ὥρα ⁶
εί δὲ μή αὕτη, οὐδὲ ἒκεῖνα. Εἰ δ’ αἶ’ γενέσεις ἐξ
ἑτέρων εἰσί γενέσεων, καὶ ὁ τοῦ γεννᾶσθαι καιρὸς
ἀπὸ τῆς τῶν γεγεννηκότων εἷμαρμένης, ῥᾴδιον ἂν
εἴη τοῖς ταύτης ἆρασταῖς μίαν μὶν ἀνθρώπου λαϐεῖν
γένεσιν, ἐξ αὐτῆς δὲ τήν τε τῶν πατέρων εἰπεῖν καὶ D
ν ι ι .. ,ο ο ... ε μ
τῶν πάππων καὶ τῶν ἔτι προπατόρων ¹’¹, καὶ τού-
των ἁπάντων τά τε πάθη καὶ τὰς πράξεις τῆς ψυ-
χῆς καὶ τοῦ σώματος, τά τι σχήματα καὶ χρώματα
καὶ μεγέθη, ού τοῦτο δὲ μόνον, ἀλλ’ ἔκ τῆς αὐτῆς
καὶ τοῦ ἑνὸς γενέσεως τίνες οἶ τεχθησόμενοι προει·
πεῖν, καὶ πᾶσαν τήν ἐσομένην ἐκ τῆς διαδοχῆς συγ-
γένειαν, καὶ ταύτης τὰς πράξεις καὶ ὅσα ἄλλα
προείρηται, καὶ μήτε τοὺς παρελθόντας ἀγνοεῖν μήτε
τῶν ἐσομένων μηδένα ’ ὃ καὶ αὐτοὶ ἂν διαγελάσαιεν ·
VARIzE LECTIONES.
¹⁴ αὐτὸς Α : αὐτῆς ¹⁵ έξοκέλλουςα A. “3 μὶν et mox καὶ add. A. ¹⁷ προπατέρων Δ.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.