PG 103, col. 856

καί τάναντία πάντα. Ποῦ οὖν 6 τῆς γενέσεως δρό-
μος; ούχ ἑπτά οἱ πλάνητες καὶ ζώδια δώδεκα; τί
δή ποτ’ οὖν τοῖς ἀνθρώποις παρέσχε παθῶν τε τοσ⁹
αύτην καὶ ἐπιτηδευμάτων διαφοράν, τοῖς δὲ λοιποῖς
ούκὲτι; Ἀλλᾶ πανταχοῦ μὲν ὄνος ἀχθοφορεῖ, πάρ-
δαλις δὲ ἁρπάζει, καὶ τά ἄλλα τοῦ εἴδους τὸν εἱρμὸν
συντηρεῖ ὁμοίως, καὶ νικᾷ τῶν ἀλόγων ζώων ἡ κατ’
εἶδος φύσις τήν τε γένεσιν καὶ τοὺς παρανατὲλλοντας
καὶ πάντα τὸν μακρὸν ἐκεῖνον λῆρον εί· Ποῦ γὰρ ὁ
"Agna; τίνος τῶν ἀλόγων ὥπλισε ξίφει δεξιὰν, ἤ
θώρακι τὸ σῶμα,ἢ κράνει τήν κεφαλὴν ἠσφαλίσατο
ἢ κνήμας ἢ πόδας; Ού γάρ λύκους ὥπλισε κατά λύο
κων, οὐδὲ λεόντων συνεκρότησε φάλαγγας. Ἀλλ-ἆ
τίς διεξιέναι φιλονεικοίη τά ἆδιεξίτητας εί γαρ οὐδὲν
ἐκτὸς γενέσεως, πῶς οὐδεὶς ἀστὴρ, ού πλάνης, οὗ
παρανατέλλων, ού ζώδιον ταῦτα τοῖς ὁμοφυέσιν ἀλό-
γοις παρέχει, οἷς τὸν ἄνθρωπον κατεμέρισεν; οὐχ
ὑφαντικὴν, οὐ χαλκευτικήνς οὐ τῶν μὲν εἰς διδασκά-
λους, τοὺς δὲ παρά τῶν ὁμοειδῶν μανθάνειν συν-
ἐστησεν; εἷ δέ τις παρ’ ἡμῶν διδάσκεσθαι ταῦτα
ἐρεῖ, πρῶτον μὲν ὀλίγα δείξει, καὶ διά τί μὴ πάντα,
πλὲον ἀπορήσει · δεύτερον οὐχὶ νῷ καί ἐπιστήμῃ ὥσ-
περ ἅνθρωπος, ἀλλ’ ἀπάτῃ ἢ φόϐῳ διδάσκεται, ὥσπερ
κύιυν τυπτόμενος ἢ πίθηκος ἢ ἵππος τηρεῖ τά δεικνύ-
μενα, οὐχ ὅτι ταῦτα τῷ δεσπότῃ χρήσιμα νοῶν, ἀλλ’
ὅτι μὴ ποιῶν τύπτεται. Καὶ ψιττακὸς ἀπατώμενος
μιμεῖται· ἐσόπτρῳ γὰρ παρακειμένῳ τήν μίμησιν
κλέπτεται. Λανθάνοντες γὰρ ὄπισθεν λαλοῦσι τοῦ
παρατεθέντος ἐσόπτρου, ἃ μανθάνειν ἐκείνους βοῦ-
λονται · 6 δὲ ψιττακὸς ἄλλον δοκῶν ὁρᾷν ψιττακὸν
σπεύδει πρὸς μίμησιν τῶν ἐκείνου φωνῶν, οὗ τῶν
λεγομὲνων ἔχων νόησιν ° πάντα γὰρ ἃν ³³ ἐνάρθρως
ἐμανθανε. Καὶ μὴν καὶ ψιττακὸς μόνος, ἀλλ’ οὐχ
ἀετὸς οὐδὲ τὰ. ἄλλα τῶν ζώων τὰ ἐκείνου διδάσκεται
Ἀλλά καὶ πῶς οὐκ αὐτὸ τοῦτο πάλιν παρᾶ τὸν τῆς
γενέσεως νὸμονς ἄλογα γὰρ ἐκείνη τὰ ὅλα ³³ ζῶα
ποιεῖ, διδάσκει δὲ αὐτῶν 6 ἅνθρωπος ἔνια, καὶ νικᾷ
τῆς γενέσεως τοὺς δρυυς 6 μηδέποτε τούτων ἀπολυό-
μενος. Εἰ δὲ καὶ τὰς μελίττας διδάσκειν ἀλλήλας
φαῖεν, κάνταῦθα τὸ ψεῦδος ἐτίμησαν · ἐκ φύσεως
D γὰρ, [3⁸όὸ Η.] ,αλλῗ οὐκ ’ἀπὸ τέχνηςηεργάζεται μέ..
λισσα. Πλὴν καὶ οὕτω τὸ ἄπορον αὔξεται · διὰ τί
γὰρ μή καὶ τὰ ἄλλα κατά γένος ἄλληλα καὶ διδάσκει
καὶ διδάσκεταις Τίς δὲ κόρακας καὶ γῦπας ἐδίδαξεν
ἵπτασθαι, οὒς οὐδέ τρέφειν οἱ γεγεννηκότες πεφοδ-
κασι; [685 R.] πῶς δ’ ἐν 3‘ αὐτοῖς ³⁸ ἀπεῖπεν ἡ βασι-
λέας ποιοῦσα καὶ ἄρχοντας γὲνεσις; οὔτε γὰρ ὄνος
ὄνων οὔτε λύκων ἐϐασίλευσε λύκος · οὐδὲ ὁ μὲν αὖ·
τῶν πένεται, 6 δὲ πλουτεῖ ° οὐδέ τῶν ἄλλων οὐδὲν,
οἷς τὸ ἀνθρώπινον γένος καταμερίζεται, 11οὖ οὖν οἱ
παρανατὲλλοντες καὶ ἡ γένεσις καὶ τὸ τῶν ἀποτελε-
σμάτων αὐτοῖς πλῆθοςς ἢ κατά μόνων τῶν ἀθλίων
νΑΒΙιΕ LECTION ES.
³³ ἃν et mox τοῦτο add. A. ³³ ὅλα] libri ἄλλα. ³⁴ ἐν Α : ἃν ς,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.