PG 104, col. 460

τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις κα·
ταρῤυπαίνειν οὐχ αἱρουμένη , ἀλλὰ γενικοίς ὀνόμασι
τὰς ἀκαθαρσίας διέϐαλεν · ὡς καὶ ὁ ἀπόστολος Παῦ-
λος φησὶ, Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα μηδέ
ὀνομαζέσθω ὑμῖν, καθὼς πρέπει ἁγίοις, τῷ τῆς
ἀκαθαρσίας ὀνόματι τὰς τε τῶν ἀρρένων ἀρρητο-
ποιῖας καὶ τὰς τῶν θηλειῶν περιλαμϐάνων, Ὥστε οὐ
πάντως ἡ σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις. Ἐγὼ
δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτο φημὶ, ἀλλὰ καὶ
πάνυ σφοδρῶς άπηγορευκέναι τὸν νομοθέτηψ τὸ γὰρ,
Οὺκ εἷσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου
ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν, ὲμπεριεκτικὸν
ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος. Τί γὰρ ἂν
γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυτοῦ γυναικός ; μᾶλλον
δὲ τῆς ἑαυτοῦ σαρκός ; Οὑ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ
μία · ὥστε διὰ τῆς γυναικὸς ἡ ἀδελφὴ πρὸς τὴν τοῦ
ἀνδρὸς οἱκειϐτητα μεταῦαίνει. Ὠς γάρ μητέρα
γυναικὸς οὐ λήψεται, οὐδὲ, θυγατέρα τῆς γυναικὸς.
διότι μηδὲ τὴν ἑαυτοῦ μητέρα, μηδὲ τὴν ἑαυτοῦ
θυγατέρα, οὕτως οὐδὲ ἀδελφὴν γυναικὸς, διότι μη-
δὲ ἀδελφὴν ἐαυτοῦλ καὶ τοῦτο ἀνάπαλιν, οὐδὲ τῇ
γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν,
κοινὰ γάρ ἐπ’ ἀμφοτέροις τῆς συγγενείας τὰ δίκαια·
ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλομένῳ διαμαρτύ-
ρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου,
καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν· "Ira καὶ οἱ
ἓχοντεςγξυνίιῖκας, ὡς μὴ ἔχοντες ὦσιν. Ἐάν δέ μοι
παραναγινώσκῃ τὸ, Λιῦξάιλὲσθε καὶ πληθύνεσθε,
καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ δια-
κρίνοντος. Πορνείας παραμυθία ὁδεύτερος γάμος,
οὐχὶ ἑφόδιον είς ἀσέλγειαν. Ei οὐκ ἐγκρατεύονται,
γαμησάτωσαν, φησὶν, οὐχὶ δὲ γαμοῦντες παρανο-
μείτωσαν. Oi δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποϐλέπουσιν,
οι τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας , πάλαι
διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. Ἐκ ποίας
συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν;
ἀδελφοὺς αὐτοὺς ἀλλήλων , ἢ ἀνεψιοὺς προσεροῦσιν;
ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγ-
χυσιν. Μὴ ποιήσῃς, ὦ ἄνθρωπε , τὴν θείαν μητρυὰν
τῶν νηπίων, μήτε δὲ τὴν μητρὶς τάξει περιθάλπειν
ὀφείλουσαν. ταύτην ὲφοπλίσῃς ταῖς ἁμειλῖκτοις ζηλο-
τυπίαις. Μόνον γὰρ τὸ μῖσος τῶν μητρυῶν, καὶ
μετὰ θάνατον ὲλαύνει τὴν ἔχθραν, μᾶλλον δὲ οἱ μὲν
ἄλλως πολέμιοι, τοῖς τεθνηκόσι σπένδονται· αἱ δὲ
μητρυιαὶ τοῦ μίσους μετὰ θάνατον ἄρχονται. Κεφά-
λαιον δὲ τῶν εἰρημένων, εἰμὲν νόμῳ ὁρμᾶται πρὸς
τὴν γάμον, ἦνοικται πᾶσα ἡ οἰκουμένη. Εἰ δὲ ἐμπα-
σθὴς αὐτῷ ἡ σπουδὴ , διὰ τοῦτο καὶ πλέον ἀποκλει-
σθήτω σ Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν
ἁγιασμῷ, μὴ ἐν πάθει ἐπιθυμίας. Πλείονά με
λέγειν ὡρμημένον, τὸ μέτρον ἐπέχει τῆς ὲπιστολῆςμ
Εὔχομαι δὲ, ἢτὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν
τοῦ πάθους ἀποδειχθῆναι· ἢ μὴ ἐπιδημῆσαι τῇ
ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλ’ ὲν οἷς ἂν ἐτολμήθη τόποις
ἒναπομεῖναι.
’⁸ Ι Cor. vn, ‘29. ¹⁹ Gen. ι, 28; Ix, I. ‘° Ι Cor.
¹⁹ Gen. ι, 28; ix, 1.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.