PG 105, col. 492

βίον ἆμα γυναικὶ καὶ τέκνοις, οὐ τῷ σχήματι μόνον,
ἀλλὰ καὶ τῷ πράγματι καταδεξάμενος, τῷ παμὸα-
σιλεῖ Θεῷ τὴν αὑτοῦ κρίσιν καὶ δίκην ἀνέθετο.
Τούτῳ δὴ τῷ μακαρίῳ Μιχαὴλ, τῷ θαυμαστῶς τὴν
ἐπίγειον τῆς οὐρανίας ἁντικαταλλαξαμένῳ βασιλείας,
παῖδες οί πάντες, πέντε λέγουσι γενέσθαι· ὧν Off/etut
δύο, πρώτη μὲνὴ καλουμένη Γεωργὼ. πάντωνδὲ ὑστάτη
Θεοφανὼ· αἳ καὶ παρθενικῶς τὸν ὅλον βίον καὶ μοναχι-
κῶςδιαὸιώσασαι, μακαρίως ἐκοὶμήοησαν. ’Δρρενες δὲ
τρεῖς, Θεοφύλακτος, Σταυράκιος, Νικήτας· τούτων Θεοί
φύλακτος μὲν 6 πάντων πρωτότοκος, καὶ 6 Σταυρά-
κιος, ἀμφότεροι τῷ διαδήματι πρῶτον τῆς βασιλείας
ἐστεφάνωνται· εἶτα ὁ μὲν κομιδῇ νέος ὣν ἔτι, 6 Σταυρὰ-
κιος,πρὸ τῆς καταϐάσεως τελευτᾷ· Θεοφύλακτος δὲ ἆμα
τοῖς, πατράσιν αὑτοῦ καὶ βασιλεῦσι τότε κειράμενος,
είς Εὑστράτιον μετωνομάσθη. Νικήταν δὲ πρῶτον μὲν
δεκαέτη τυγχάνοντα, τῶν λεγομένων ίκανάτιιΝ παρὰ
Νικηφόρου φασὶ τοῦ πάππου προῦεϐλῆσοαι, δι’ ὃν
ἐκεῖνο τὸ πρᾶγμα πρῶτον καταστῆναι · τεσσαρεσ-
καιδεκαέτης δὲ γεγονὼς, καὶ τὰ ἐπὶ γῆς ἆμα τοῖς
ἀγαθοῖς τοκεῦσι βασίλεια καταλιμπάνων, ἀποκείρε-
ται μὲν καὶ αὐτὸς, Ἰγνάτιος δὲ μετονομάζεται.
'0 τοίνυν Λέων ἐκεῖνος, 6 δυσώνυμος θὴρ, ἣν ὠδί-
νησεν ἀδικίαν ὲκτετοκὼς, καὶ τῆς βασιλείας τυραν-
c νικῇ περιδεδραγμένος χειρὶ,οὔ πρὸς τὸν παντέφορον
ἀπέϐλεπεν ὀφθαλμὸν, οὑ τὴν ἐπιείκειαν τῶν μακαο
ρίων ηὐλαϐήθη φυγάδων, οὐδὲτὸ μέγεθος τῆς εὐερ-
γεσίας, ἧς αὐτὸν οἱ μακάριοι παρ’ ἀξίαν κατηξίω-
σαν, ἐπὶ τοσοῦτον τῷ δολερῷ τῆς κακοτρόπου δε-
λεασθέντες γνώμης, ὥστε καὶ ἀνάδοχον αὑτὸν ἀπὸ
τῆς πνευματικῆς κολυμὸήθρας τῶν τῆς βασιλείας
ἀναδεῖξαι τέκνων. Οὐδὲν τούτων τὴν ἀπηνῆ καὶ
θηριώδη κατεδυσώπησε ψυχήν· ἀποστείλας δὲ,
διείργει μὲν αὐτοὺς ἀπ’ ἀλλήλων, ὶδίᾳ κατὰ τὰς
νήσους ἕκαστον περιορίζων, καὶ ὑπὸ ἀσφαλεῖ κατας
πιέζων φρουρᾷ· ἀφαιρεῖται δὲ τοὺς παῖδας καὶ τῶν
γεννητικῶν, καταδικάσας 6 ἀμείλικτος μελῶν εὐνου-
χίᾳ. Ἐντεῦθεν αὐτὸς μὲν πονηρὰν τῇ αὐτοῦ βασι-
λείᾳ καταϐαλόμενος ἀρχὴν, καὶ τέλος ἄξιον ἀπηνέγ-
κατο τῆς ἀρχῆς. Τὴν γὰρ πάλαι κακῶς μὲν καὶ
θεοστυγῶς μελετηθεῖσαν τῶν Εἰκονομάχων αἵρεσιν
ὑπὸ Λέοντος ἐκείνου τοῦ δυσσεϐοῦς, καὶ Κωνσταντί-
νου τοῦ δυσσεὸεστέρου κραταιωθεῖσαν υἱοῦ, καλῶς
δὲκαὶ εὐσεῦῶς διὰ προνοίας Θεοῦ καὶ τῆς ἁγίας
ἑϐδόμης συνόδου καθαιρεθεῖσαν καὶ καταπαυοεῐσαν,
ὁ μυσαρδς οὗτος figat; καὶ τῆς ἀληθείας παραλογι-
στὴς ἀπλανεοῦν αὖθις ἐπιχειρεῖ· καὶ τῷ πύργῳ τῆς
ὀρθοδοξίας ἑκραγεῖς (Νικηφόρος δὲ οὗτος ἦν, 6 τῆς
εὐσεϐείας «poeta-rm,an τῆς βασιλίδος ἰεράρχης),
τούτῳ προσϐαλὼν θωπείαις καὶ ἀπειλαῖς, ἐπειδὴ
στερροτέρῳ μᾶλλον ἢ κατὰ τὴν αὐτοῦ περιέπιπτε
βουλήν, ἐξελαύνει μὲν τυραννικῇ τοῦ θρόνου χειρὶ,
ἐννέα ἐτεσιν ἠδη ἀποστολικιῖς ίθύναντι τὴν Ἐκκλη-
σίαν, πρὸς δὲ τοῖς δεξιοῖς τοῦ Στενοῦ μέρεσι κατά τι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.