PG 105, col. 493

ἐντεθραμμένον, οὐδεμιᾶς δὲ παιδείας, οὐ γνώσεως
ἀγαθῆς μετεσχηκότα, μόνον δὲ τῆς Χριστιανοκατη-
γορικῆς τῶν Εἰκονομαχούντων αἱρέσεως ζηλωτὴν νο-
μιζόμενον, κληρικέιν ἀποκείρας ό παμϐἑϐηλος, τῷ
τῆς βασιλίδος ἐνιδρύει θρόνῳ. Ἐντεῦθεν διωγμὸν
πικρὸν καὶ ἀπάνθρωπον κατὰ τῶν εὐσεϐεῖν βουλο-
μένων ὲπανῃρημὲνος, εὗρε δὴ κατὰ πόδας καὶ τὰ τῆς
ἁμαρτίας ὀψώνια τὸν θάνατον, ἐν ἑπτὰ μὲν ἔτεσι καὶ
μικρόν τι πρὸς τῆς ἀρχικῆς ἐξουσίας συντετμημένης
αὐτῷ, ἐν μέσοις δὲ τοῖς ἀδύτοις τοῦ ναοῦ τῆς Θεο-
μήτορος,δν δὴ Φάρον ἐν τῷ παλατίῳ φασὶ, κυνὸς Β
τρόπον τοῖς ξίφεσιν. '0 μὲν οὖν οὕτω φιλοτίμως τὰ
τῆς ἀσεϐείας σπέρματα καταϐαλόμενος, ἀναλόγως
τῶν αὑτοῦ πόνων ἐτρύγησε καὶ τὰς ἐπικαρπίας.
Μιχαὴλ γὰρ, ὃν καὶ Ψελλόν φασι, δομέστικος τῶν
ὲξκουϐίτων ὢν τότε, καὶ ὡς τυραννίδα μελετῶν
διαϐληθεὶς, καὶ κατακλεισθεὶς, διὰ τῶν αὖτοῦ δὲ
συνωμοτῶν καὶ σννασπισεῶν λεληθότως τοῖς βασι-
λείοις ἐν σχήματι κληρικῶν ἐπεισελθόντων ὖρθρου,
καὶτὸν τύραννον ἀνῃρηκότων, αὐτὸς εὐθὺς ἀναγο-
ρευθεὶς, τὸν μὲν ἐν σάκκῳ συγκεκομμένον βαλὼν,
εἰς τὴν Πρώτην καλουμένην νῆσονάτίμως προσέταξε ταφῆναι, τούς τε αὐτοῦ υἱοὺς εὐνουχισθῆναι καὶ
καρῆναι · ὡς ἐπιστρέψαι τὸν πόνον αὑτοῦ ἐπὶ τὴν κεφαλὴν αὺτοῦ, κατὰ τὴν Γραφὴν, καὶ ἐπὶ κορυφὴν·
αὑτοῦ τὴν⁹ αὐτοῦ ἀδικίαν καταϐῆναι.
ante; δὲ Μιχαὴλ Ἀμοριανὺς, καὶ τὴν αἵρεσιν
Σαϐϐατιανὺς ὢν, ἐπὶ ἐννέα μὲν χρόνους καὶ ἥμισυ
τὰ σκῆπτρα διεῖπε τῆς ἀρχῆς, οὐδεμίαν δὲ τῆς ὀρθο-
δοξὶας φροντίδα ἐποιεῖτο, ἀλλὰ καὶ βίαν τοῖς εὐσε-
ϐεῖν ἐθέλουσιν ἐπῆγεν. Θεοδότου δὲ τοῦ Κασσιτερᾶ λεγο-
μένου τεθνηκότος, τὸν Βυρσοδέψην καλούμενον Ἀντὼ-
νιον, μητροπολίτην μένῆδη Πέργης γενόμενον,κα“ιτῆς
αἱρέσεως κοινωνὸν,σχολάζοντα δὲ, ό αὐτὸς Μιχαὴλ ἁνα-
λαϐὼν , ἀρχιερέα Κωνσταντινουπόλεως ἀποδείκνυσι.
Μετὰ δὲ τὸν Μιχαὴλ Θεόφιλος δ υίὸς ἐπὶ δέκα καὶ
τρεῖς χρόνους ἐγκρατὴς γίνεται ’τῆς βασιλείας. Καὶ
ἦν τᾶλλα μὲν, ὥς φασιν, οὺ κακὸς, καὶ δικαιοκρι-
σίας ἀντεχόμενος³ τὴν ἀθέτησιν δὲ τῶν ιερῶν, καὶ
τὸν τῶν ὁρθοδόξων διωγμὸν οὐδενὸς, ὡς εἰπεῖν, τῶν
πρὸ αὐτοῦ διωκτῶν ἐνομίζετο κουφότερος · καὶ τοῦτο
ἐπιστεύετο εἶναι καὶ γενεσθαι ἐξ ὑποϐολῆς μάλιστα
τοῦ Ἰωάννου, ὃν μετὰ τὸν ’Λντώνιον ἐκεῖνος ἐπὶ τὸν
πατριαρχικδν ὕψωσε θρόνον.
Ἐν τούτοις τῶν τε πολιτικῶν καὶ τῶν ἐκκλησιαστι-
κῶν πραγμάτων ὁρωμένων, καὶ ἐπὶ τριακονταέτη
χρόνον τῆς ὀρθοτομαύσης μὲν Ἐκκλησίας μυρίοις
ὅσοις κινδύνοις καὶ θανάτοις καὶ θλίψεσι προσομι-
λούσης, τῶν ἀσεϐῶν δὲ τὰ ἆγια καταπατούντων βε-
ϐήλοις ποσὶ, καὶ ἀκαθάρτοις τὰ θεῖα μεταχειριζο-
μένων χερσὶ, Νικήτας ό καὶ Ἰγνάτιος, οἶά τις εὐγε-
νέστατος θρπηξ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ φυτευθεὶς, καὶ
ἐν ταῖς αὐλαῖς τῆς μοναδικῆς πολιτείας ἐξηνθηκώς,
οὐκ ἔμελλεν ἄκαρπος ἐνώπιον τοῦ φυτεύσαντος αὐτὸν
ὁρᾶσθαι, alia φύλλοις μόνον, τῐτουν ἀπειροκάλως
(2) lioe est coriaripm.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.