PG 105, col. 516

ἀγαθῶν ἔργων ὡς διὰ κλίμακος ἁναῦαίνουσι πρὸς τὸν
Θεόν · οὕτως οἱ τὴν εὐθεῖαν ἀφιέντες, διὰ τῶν πονη-
ρῶν πράξεων τῷ τῆς πονηρίας προσοικειοῦνται πα-
τρί · καὶ κακῷ κακὸν ὲπιπλέκοντες οὐ διαλείπωσιν,
ἕως ἂν είς τὸν τῶν οἰκείων ἔργων ἐκραγῶσι βόθρον.
Διανοεῖται τοίνυν κάκεῖνος πρεαὸευτὰς είς τὴν
πρεσϐυτέραν ἀποστεῖλαι Ῥώμην, καὶ παρὰ Νικολάου
τοῦ πὰπα τοποτηρητὰς αίτῆσαι, πρόφασιν μὲν εἰς
διόρθωσιν τῆς Ἐκκλησίας, εἵτουν ἐκτομὴν τελείαν
:th ἔτι τῆς Χριστιανοκατηγορικῆς τῶν Εἰκονομάχων
αἱρέσεως ἀντεχομένων · τὸ δὲ ἀληοὲς, ὼς ἃν μετὰ τῆς
τῶν Ῥωμαίων χειρὸς περιφανεστέραν τοῦ Ίγνατίου
ποιήσηται καθαίρεσιν. Ἀποστέλλει τοίνυν Θεόφιλον
ἐπίσκοπον τοῦ ’Δμορίου, καὶ Σαμουὴλ ἐπίσκοπον
ἄχρις ἐκείνου τῶν Χωνῶν ὑπὸ Λαοδίκειαν τυγχάνοντα,
ἀρχιεπίσκοπον τετιμηκὼς · δι’ ὧν καὶ τὰ ψευδῆ πρὸς
τὸν πάτιαν γράφειν ό γεννάδας οὐκ ὀκνεί- γράφει
γὰρ, ὼς Ἰγνάτιος διὰ γῆρας καὶ νόσον καὶ σώματτς
ὰῖυναμίαν παραιτησάμενος, ὑπεχώρησε τῆς Ἐκκλη-
σίας, καὶ ἐν τῇ κατ’ αὑτὸν νήσῳ καὶ τῷ μοναοτηρίῳ
μένων, πάσης τιμῆς καὶ Θεραπείας ὑπό τε τῷν βασι-
λευόντων, ὑπό τε πάσης τῆς πόλεως καὶ τῆς κατ’
αὑτὸν Ἐιίκλησίας ἀξιοῦται. Τούτους ὁ πάπας δεξά-
'Ev δὲ τῷ μεταξῦ ἐπάνεισι μὲν τῆς ἑξορίας ὸ
ἀθλητὴς, ἐξ μῆνας ὲν Μιτυλήνῃ πεποιηκώς · ἐπάνεισι
δὲ διὰ τῆς τῶν κρατούντων προνοίας πρὸς τὴν Τερέ-
6ινθον ἀποκαθιστάμενος, οὐ πρὸς τιμὴν μᾶλλονῆ
ἀτιμίαν, οὐδὲ πρὸς ἀνάπαυσιν καὶ παραμυθίαν, ἀλλὰ
πρὸς θλίψιν καὶ κάκωσιν περισσοτέραν. Ὅσα γὰρ ὀ
ἐχθρὸς ὲν αὑτῷ ὲπονηρεύσατο, καὶ ὅσας αὐτῷ Νική-
τας ὁ τοῦ βασιλικοῦ στόλου δρουγγάριος,ὀ Ὠρὺφας
λεγόμενος, ολίψεις ἐπήνεγκε καὶ ἐπηρείας, Φωτίῳ
καὶτοῖς κρατοῦσι χαριζόμενος, τίς λόγος παραστῆ-
σαι δύναται; τίς καθ’ ἓν ἀπαγγεῖλαι τὰς ἐπαγωγὰς,
τὰς ὕϐρεις, τὰς ζημίας, καὶ-τοὺς δαρμοὺς, ὅσα χειρὶ
μιαιφόνῳ κατὰ τῶν τοῦ μακαρίου οἰκείων ἐκεῖνος
ὲτεκτήνατο; Ἐπεγένετο δὲ καὶ άλλη τῷ ἁγίῳ συμ-
φορά. Κατ’ ἐκεῖνον γὰρ τὸν καιρὸν τὸ μιαιφονώτατον
τῶν Σκυθῶν ἔθνος, οἱ λεγόμενοι ’1³ὼς, διὰ τοῦ Εὖ-
ξείνου πόντου προσκεχωρηκότες τῷ Στενῷ, καὶ πάντα
μὲν χωρία, πάντα δὲ μοναστήρια διηρπακότες, ἔτι δὴ
καὶ¹ τῶν τοὺ Βυζαντίου περιοικίδων κατέδραμον
νησίων, σκεύη μὲν πάντα ληϊζόμενοι καὶ χρὴ·
ματα, ἀνθρώπους δὲ τοὺς ἁλόντας πάντας ἀπο-
κτείνοντες · πρὸς οἷς καὶ τῶν τοῦ πατριάρχου μονα-
στηρίων βαρϐαρικῷ καταδραμόντες ὁρμήματι καὶ
θυμῷ, πᾶσαν μὲν τὴν εὑρεθεῖσαν κτῆσιν ἀφείλοντο,
εἴκοσι δὲ καὶ δύο τῷν γνησιωτέρων αὑτοῦ κε-
κρατηκότες οἰκετῶν, ἐφ’ ἑνὶ τροχαντῆρι πλοίου τοὺς

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.