PG 105, col. 596

ἀναιροῦσα ἁγία σύνοδος τὸ τοῦ ματαιόιρρονος Nesto-
ρίου φρόνημα,τδ δοξάζον ἐπὶ Χριστοῦ δύο πρόσωπα,
συνεισάγει ὲξάπαντος τὸ μίαν φύσιν ἐπὶ Χριστοῦ
ὁμολογεῖν. Καὶ γὰρ ἐπὶ τῆς θεολογίας, οὐχ ὴ ἀναι-
ροῦσα πρώτη ἁγία σύνοδος τδ τρισσὸν τῆς ὁμολογίας
τῶν φύσεων τὸ τοῦ Ἀρείου φρόνημα. ήδη καὶ τὸ
τρισσὺν τῆς ὑποστάσεως ἀνῄρει. Οὕτως καὶ ἡ ἐν
Ἐφέσῳ ἁγία τρίτη σύνοδος ἀναθεματίσασα τὸ διττῖν
τῶν ὑποστάσεων φρόνημα, οὐχ ἡῗη καὶ τὺ τῶν φύ-
σεων διάφορον ἀνεῖλε. Μενοῦνγε πρὸς βεϐαίωσιν τῆς
καθ’ ὑπόστασιν καὶ οὺσιώδους ἑνώσεως τῶν φύσεων
τοῦ ἑνὸς Χριστοῦ, φημὶ δὲ τῆς θεότητος καὶ ἀνορω-
πότητος, καὶ τόν τινα άνθρωπον ὑποδείγματος χάριν
προσείληφεν, ὃς ὲκ δύο μὲν φύσεων, σώματός τε,
φημὶ, καὶ ἀσωμάτου, τὴν σύνθεσιν ἔσχηκε, καὶ ἐν
δύο φύσεσι θεωρεῖται, μία τις ὑπόστασις οὖσα ὁ
καθέκαστα ἄνθρωπος. Καὶ οὑ κατὰ πάντα ἐξομοιού-
μενον τὸ παράδειγμα τοῦ τινος ἀνθρώπου πρὸς τὴν
κατὰ Χριστδν ἕνωσιν, ἀλλὰ μόνον πρὸς τὴν τοῦ
Νεστορῖου κακόνοιαν ἀποτεινομένη, ὃς τρανῶς ἔφα-
σκε, μὴ εἶναι φύσιν χωρὶς οἰκείου προσώπου, καὶ
ἀδύνατόν ἐστιν ἰδεῖν δύο φύσεις καθ’ ὑπόστασιν, καὶ
οὐσιωδῶς ἡνωμένας ἐν μιᾷ ὑποστάσει, μὴ συνεισ-
αγοὺσας καὶ δύο πρόσωπα, ὅπερ ποιεῖ σχετικὴν ἕνω-
σιν, καὶ διὰ τοῦτο δύο υἱοὺς, καὶ δύο Χριστοῦς, 6
δείλαιος ἐκήρυττε. Ταύτῃ τοι τὴν ψευδῆ δόξαν ἀναι-
ροῦσα τῷ τινος ἀνθρώπου παραδείγματι ἐχρήσατο.
Ἀλλὰ καὶ πολλοὺς τῶν θεοφόρων Πατέρων εἰς τὴν
κατ’ Ἔφεσον ἁγίαν τρίτην σύνοδον προκεκόμικεν 6
ἐν ἁγίοις Κύριλλος, συνιστῶν τὴν καθ’ ὑπόστασιν
ἕνωσιν ἐν μιᾷ ὑποστάσει, ὃς ἐστιν 6 Χριστός ἐν
διαφόροις φύσεσι γνωριζόμενος, T6 δ’ ἐν διαφόροις
φύσεσι γνωριζόμενον πάντως καὶ ὲν ἐκείναις ἐστὶν,
ὲν αἶς καὶ γνωρίζεται. Ἐπεὶ οὖν 6 λόγος παρέστησεν,
ὅτι τὴν περὶ μιᾶς φύσεως τοῦ Χριστοῦ ὁμολογίαν,
οὔτε τις τῶν ἀποστόλων εἴρηκεν, οὔτε μὴν ἐκτῶν
ἁγίων τριῶν συνόδων ἐϐεϐαιώθη, Μάτην ψευδοεπεῖς,
λέγων, ὅτιπερ ὲκ τῶν ἁγίων ἀποστόλων παρεδόθη,
ὲκ δὲ τῶν ἁγίων τριῶν συνόδων ἐϐεϐαιώθη · 6 λόγος
γὰρ μᾶλλον τῶν φύσεων τδ διάφορον ὲν τῷ ἐν). Χρι-
στῷ παρέστησε. Τὸ δὲ πάλιν εἰρηκέναι, εὶ ’καί τινες
ἐκ ταύτης (ἤγουν τῆς δόξης, τῆς λεγούσης μιᾶς φύ-
σεως εἶναι τδν Χριστὸν μετὰ τὴν ἕνωσιν) ἀπέδρασαν,
ὼς δῆθεν τοὺς δύο φύσεις τὸν Χριστὸν ἔχειν μετὰ τὴν
’ἐνωσιν ὁμολογοῦντας, ἐξ αὐτῶν ἀποδεδρακέναι, ποίας
ἀμαθίας ἀνάμεστον οὐκ ἂν εἴη ; Τίς γὰρ οὺ σύνοιδεν,
ὅτι τὸ μέρος ἐκ τοῦ ὅλου, τὸ ὀλιγοστὸν ἐκ τοῦ πολ-
λοστοῦ ἀποδρᾷν εῐωοεν· οὐ μὴν ἔμπαλιν; Διό οἱ τῆ.Ι
ὑμετέρας δόξης πρὸς τοὺς τὴν ἡμετέραν πρεσὸεύον-
τας εἰ παραϐληθείεν, τδ ὀλιγοστὸν ἂν καὶ ἐλάχιστον
μόριον ἔχοντες φανεῖεν, Ὥστε οὐ δεῖ ἀποφαίνεσθαί
σε, ἡμᾶς ἀποδεδρακέναι ὲκ τῆς ὑμετέρας δόξης, ἀλλὰ
μᾶλλον τάληθὲς είπείν, ὑμᾶς ἐξ ἡμῶν.
δ’. Παρακατιὼν δὲ ὲν τῷ γράμματί σου, καὶ ἀπο-
δυσπετῶν πρὸς τὴν ἀποδοχὴν τῆς ἁγίας καὶ οἰκου-
μενικῆς τετάρτης συνόδου, διὰ τό ἡμᾶς συναρὶομιον

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.