PG 105, col. 597

συνόδου, ὅτι ὲν τῷ γράμματι αὐτῆς ή ἁγιωσύνῃ
σου ἐμνήσθη ταύτην τὴν σύνοδον, καὶ ἔταξεν
αὐτὴν μετὰ τῶν λοιπῶν τριῶν συνόδων, καὶ θέ-
λει καὶ ἡμᾶς ταύτην δέχεσθαι, ἣν οὐκ ἐδέξαντο
οὶ Πατέρες ἡμῶν, οὔτε οὶ διδάσκαλοι ἡμῶν, ὲπι-
στάμενοι τὴν κενοφωνίαν αὐτῆς ἐκ τῶν λοιπῶν
τριῶν συνόδων, τῶν διαγνωσθέντων, καὶ κηρυ-
ξάντων ὅλῳ τῷ κόσμῳ τὸν ἕνα Χριστὸν καὶ Υἱὸν
καὶ Κύριον, ἐνωθὲντα ἐκ δύο φύσεων, ἀσυγχύ-
τως, καὶ ἀτρέπτως, καὶ ἁχωρίστως, τῆς αὐτῆς
συνόδου εις δύο φύσεις κεχωρισμένας λετ-οὐσίης, Β
καὶ ἐνεργείας, καὶ θελήσεις, ὁμοφωνήσασα τῷ
Νεστορίῳ, πλὴν εὶς τὰ δύο πρόσωπα· ἐκείνου
μὲν λέγοντος δύο πρόσωπα, αὐτῆς δὲ δοξαζού-
σης ἐν, καὶ διὰ τοῦτο τοὺς ὀρθοδόξους χλευά-
σασα, ὅτι οὐ συμφωνεῖ τῷ Νεστορίῳ. Θαυμάζειν
μοι ἔπεισι τοιαῦτα γράφοντός σου · οὐδὲ γὰρ συν·
ῆκας, ὦς γέ μοι δοκεῖ ἐκ τῶν σῶν ῥημάτων, τῆς
ἁγίας τετάρτης συνόδου τό τε βούλημα καὶ τὴν
πραγματείαν. Οὐδαμοῦ γὰρ φαίνεται ἡ τοιαύτη ἁγία
σύνοδος, δύο φύσεις κεχωρισμένας ίδιοσυστάτως οὒ-
σας, καὶ καθ’ ἑαυτὰς ἀνὰ μέρος ὑπαρχούσας ἐπὶ τοῦ
κατὰ Χριστὸν μυστηρίου δοξάζουσα, εἰ καὶ ἀδίκως
παρ’ ὑμῶν συκοφαντεῖται, μᾶλλον μὲν οὖν τὰς παρ’
ἑκάτερα τῆς μεσότητος, ἤγουν τῆς ἀληθείας, δόξας,
φημὶ δὴ τὸν πλεονασμὸν καὶ τὴν ἔνδειαν, ἐκτροπὰς
οὔσας τῆς μεσότητος, καὶ διὰ τοῦτο ψευδεῖς οὔσας
ὲξοστρακίσασα, τὴν μέσην τάξιν ἔχουσαν δόξαν, ἀλη-
θείας ἐχομένην ἐκράτυνε. Καὶ γὰρ ὥσπερ ἐπὶ τῆς
θεολογίας ἡ μεσότης φαίνεται ἔχουσα τάληθὲς δόγμα
τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, ό δὲ
πλεονασμὸς καὶ ἡ ἔνδεια τὺ ψεῦδος (ὃς γὰρ διὰ τὸ
τρισσὸν τῆς ὑποστάσεως καὶ διάφορον, καὶ τὸ τρισ-
σὸν τῶν φύσεων δοξάσειε, ναὶ μὴν καὶ ὃς διὰ τδ
ἑνιαῖον τῆς φύσεως. καὶ τὸ μοναδιχὸν τῆς ὑποστά-
σεως συνεισφέροι, τάχα μοι δοκεῖ καὶ τῇ ἀληθείᾳ,
τῇ κατὰ πλεονασμὸν καὶ ἔνδειαν δόξῃ νενοσηχέναι.
Ὅπερ πέπονθεν Ἀρειός τε καὶ Σαὸἐλλιος ὁ Λίϐυς,
τὰ ἐκ διαμέτρου κακὰ, καὶ ὀμότιμα τὴν ἀσέϐειαν.
Ἦ δὲ τῆς ἀληθείας ὀδδς μέση τις οὖσα, καὶ τοῦ
μὲν τὸ τρισσὺν τῶν φύσεων, τοῦ δὲ τὸ συγχυτικὸν
καὶ μοναδικδν τῆς ὑποστάσεως ὲξοστρακίσασα, Eva.
Θεὸν, ἤγουν μίαν οὐσίαν καὶ φύσιν, καὶ τρεῖς
ὑποστάσεις ὁμοουσίους ἐπὶ τῆς θεολογίας τρανῶς
ἁνακηρύττει. Ὅπερ εὐσεϐῶς ὴ ἁγία καὶ οἰκου-
μενικὴ πρώτη σύνοδος ἐθέσπισέ τε καὶ aptae)-
τὸν αὒτδν δὴ τρόπον καὶ ἐπὶ τῆς ἁγίας τετάρτης
συνόδου θεωρεῖν ἔνεστι. Τοῦ γὰρ Νεστορίου διὰ τὺ
δισσὸν τῆς ὁμολογίας τῶν φύσεων, καὶ τὺ δισσὸν τῆς
ὑποστάσεως εἰσάγοντος, καὶ διὰ τοῦτο δύο υἱοὺς ἐπὶ
ὅὶτῆς οἰκονομίας δοξάζοντος, τοῦ γε μὴν Εὗτυχοῦς, καὶ
⁷’Διοσκόρου, καὶ Σεὸήρου καὶ τῆς ἀμφ’ αὑτὸν συμμο-
ρίας, διὰ τὸ ὲνιαῖον τῆς ὑποστάσεως, καὶ τδ μοναδι-
κδν τῆς φύσεως λέγοντος¹ φανερὸν δήπουθεν, ὅτι ὁ
μὲν τῇ κατὰ πλεονασμὸν ψευδεί δόξῃ νενόσηκεν, ὁ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.