PG 105, col. 601

εασαν, οὐ δεῖ κακοϐουλίᾳ καὶ ἀμαθείᾳ συκοφαντεῖν καὶ ἀποπέμπεσθαι, ἀλλὰ μᾶλλον το ταύτης ὁρῦὶν
δόγμα ὁμολογήσαντα, ἀποδέχεσθαι, καὶ μετὰ τῶν λοιπῶν ἁγίων τριῶν συνόδων καταριθμεῖν. Διὶ ὁ
λόγος ἔδειξε μηδεμίαν κενοφωνίαν εἰσάγουσαν τὴν ἁγίαν τετάρτην σύνοδον προς ταῖς λοιπαῖς ἁγίαις
τρισὶ συνόδοις, μᾶλλον δὲ, εί χρὴ τάληθὲς εἰπεῖν, μεγίστην συμφωνίαν διὰτὸ καὶ αὐτὴν τὴν μέσην οδω
τῆς ἀληθείας βαδίσαι, ὥσπερ ἐκεῖναι.
ε’. Ἐνεστι δὲ σκοπεῖν καὶ ἐξ αὐτῆς τῆς συνόδου,
τί ἄρα βούλεται κηρύττειν ἐπὶ Χριστοῦ. Ἰᾱπομένη
γὰρ, ὡς αὐτή φησι, τοῖς Πατράσι, κατὰ λέξιν ὧδε
φάσκει· Ἕνα καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν
Χριστὸν συμφώνως ὁμολογεῖν ἐκδιδάσκει· διὰ μὲν
τοῦ συμφώνως ἐκείνην τὴν ὑποψίαν προῦποτεμνο-
μένη, τὴν οὐκ ἐκ πάντων οίομὲνην τῶν συναγηγερ-
μένων ἐπισκόπων ἐν αὐτῇ τὴν ὑποκειμένην ἔκθεσιν
γεγονέναι, ἀλλ’ ἐξ ὲνίων, οἷς καὶ μόνοις ἀρέσαι τὰ
εἰρημένα. Μετὰ δὲ τοῦτο ὥσπερ συνεκτικωτάτην
πλάνην ὲξιωμένη, λέγω δὴ τὴν τῆς τοῦ Νεστορίου
δυσσεϐείας διαίρεσιν, ἐπεισαγομένην τῇ ἀχραντῳ
οἰκονομίᾳ, Διὸ λέγει, ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν
Υίὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν · διὰ τῆς τοῦ
ἑνὸς καὶ τοῦ αὑτοῦ προσηγορίας, πρόρριζον τὴν τῆς
διαιρέσεως ἐξαίρουσα δόξαν· καὶ μᾶλλον διὰ τῆς ἆῤ-
ῥενικῆς προφορᾶς. ’Ἕνα γὰρ εἶπεν, οὐχ ἓν· καὶ
ταύτῃ τὴν ὃλην σύνθεσιν ἀποσημαίνουσα ,κ καὶ οὐ
κατὰ μέρος αὐτῆς, ὅπερ εἰκὸς ἦν τὴν ἄλλην ἐνδείκνυ-
σθαι προφορὰν, κάν τούτῳ μιμουμένη τὸν ὲν ἁγίοις
Γρηγόριον· διὰ μὲν τοῦ, ἄλλος καὶ ἄλλος, τὸ ὅλον
σημαίνουσα, διὰ δὲ τοῦ, ἄλλο καὶ ἄλλο, τὰ μέρη.
Μετὰ ταῦτα δὲ τῆς ὲκ τοῦ ἐναντίου φαύλης δόξης
ὑπονοίας, φησὶ, Τέλειον τὸν αὐτὸν ἐν θεότητι, καί
τέλειον τεν αὐτὸν ἐν ἀνθρωπότητι, ἓτερον, οἶμαι,
λέγουσα οὐδὲν, εἰ μή τι νομίσῃ τις διὰ τῆς τοῦ ἑνδς
προσηγορίας, ἢ γυμνὴν ἀνθρωπίνης φύσεως τὴν
θεότητα πληρῶσαι τὴν οίκονομίαν,ἢ τροπὴν imo-
μείνασαν είς ἀνθρώπου φύσιν, ἀλλὰ τέλειον τὸν αὒ-
τὺν κατ’ ἄμφω ὑπάρχοντα, τήν τε Oed-squ, φημὶ.
καὶ τὴν ἀνθρωπότητα, ὡς ὅλον ὲν τοῖς οἰκείοις μέ-
ρεσι γνωριζόμενον Θεὸν ἀληθῶς, καὶ ἄνθρωπον ἀλη-
θῶς, τὸν ὲκ ψυχῆς λογικῆς καὶ σώματος· καὶ οὐχ
ἁπλῶς δὴ Θεὸν, ἦ ἄνθρωπον, ἀλλ’ ὀμοούσιον τῷ Πα-
τρὶ κατὰ τὴν θεότητα, καὶ ἡμῖν κατὰ τὴν ἀνθρωπό-
τητα τὸν αὐτόν. Καὶ τοῖς μὲν ὀρθῶς προσέχουσι τοῖς
εἰρημένοις, οὐδὲν ἔτι ἦν εἰς ἐξήγησιν ὑπολελειμμέ-
vov τῆς ἀχρὰντου οἰκονομίας τῇ συνόδῳ, ἥτις καὶ τὲ
μέλλον προῦπιὸομένη, λέγω δὴ τὸ ἀπαθὲς καὶ ἀθά-
νατον ἐνίους καὶ ἄφθαρτον ὲκ πρώτης συλλήψεως, τὸ
θεῖον ἐκεῖνο καὶ ἄχραντον τοῦ Κυρίου σῶμα τολμᾷν
ὁμολογεῖν, καὶ ταύτῃ ἀνατρέπειν τὴν ὅλην οἰκονο-
μίαν, λέγει · Κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἀμαρ-
’τιίις, Ὅπερ τῆς μὲν ἁγίας ἐστὶ Γραφῆς, εὐκαίρως
δὲ κείμενον ἐνταῦθα, ἐπιστομίζει τοὺς τὰ τοιαῦτα
φρονοῦντας. El γὰρ οὔτε πάθος σώματος, οὔτε θάνα-
τος, οὔτε μὴν διάλυσις, ἣν δὴ φθορὰν ίδίως ἀξιοῦμεν
καλεῖσθαι, ἁμαρτία· χωρὶς δὲ μόνης ἁμαρτίας κατὰ
πάντα τὰ ἄλλα τῆς αὐτῆς ἡμῖν φύσεώς ἐστι τὸ ἄχραντον
έκεῖνο καὶ πανάγιον σῶμα· εὓδηλον ὅτι ὸ εὐδοκήσας
Θεὸς τὴν ἡμετέραν πτωχείαν λαϐεῖν, τοιαύτην ἕλοις
ϐεν, ἦν καὶ πτωχείαν καλεῖσθαι δικαίως, ἅπαντα

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.