PG 105, col. 613

ποιῶν ἓτερον εἶναι τὸν Λόγον ἔφασκε, καὶ ἕτερον
τὸν ἐκ Μαρίας, καὶ προσωπικὴν ἕνωσιν λέγων, οὐ
τὺ ταυτιςόμενον τῇ ὑποστάσει πρόσωπον, ὅπερ ἐπὶ
τοῦ καθέκαστον ἁρμόττει, ἀλλ’ ἑτέρως κατὰ τὸ οί-
κεῖον βούλημα ἐδόξαζεν (οἷον ὡς ὅταν τις τὸ τοῦ
ἑτέρου ὑποδυόμενος πρόσωπον, ἀντ’ αὑτοῦ τοὺς
ὑπὲρ αὑτοῦ ποιῆται λόγους, ἣν οὺ δεῖ κυρίως ἕνωσιν
ἡγεῖσθαι, ἀλλά σχετικὴν ἕνωσιν τδ ὅλον. Καλοῦσι
γάρ τινες πρόσωπα τήν τινων σχέσιν πρὸς ἀλλή-
λους. Οὐκ ἀγνοεῖ δὲ ἡ συνήθεια τούτου τοῦ προσ-
ώπου τὸ σημαινόμενον. Δέγομεν γὰρ τὸν ἄρχοντα,
τοῦ βασιλέως ἐπέχειν τὸ πρόσωπον, κατὰ τοῦτο ό
Νεστόριος τὴν προσωπικὴν ἐπρέσϐευεν ἕνωσιν)’ διά
τοι τοῦτο δικαίως τῷ ἀναθέματι καθυποὸέϐληται.
’0 δὲ δὴ πάπας Λέων, ἐπειδὴ τὸν αὑτὸν ἕνα Χρι-
στὸν καὶ Κύριον καὶ Θεδν ἡμῶν ἐν μιᾷ ὑποστάσει
δντα ὡμολόγει, τὸν καὶ Θεὸν ὄντα καὶ ἄνθρωπον,
Θεὸν μὲν ὡς ωναῖδιον, καὶ ἀχρόνως ὲκ τοῦ Harpe;
φυέντα, καὶ όμοούσιον τῷ τε Θεῷ καὶ Πατρὶ, καὶ τῷ
Πνεύματι τῷ ἁγίῳ, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν
διὰ τὴν ἡμετέραν σωτηρίαν σάρκα γεγονότα, ἦτοι
ὲνανθρωπήσαντα, καὶ γεννηθέντα ὲκ Πνεύματος
ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καθὼς ἡ θεολόγος
γλῶττα ἐκφωνεῖ, καὶ τὰ λοιπὰ Λόγια μαρτυρεῖ,
καὶ αι τῶν ἀποστόλων φωναὶ ὑφηγοῦνται, καὶ αἱ
τῶν Θεοσόφων Πατέρων διδασκαλίαι τρανοῦσι· φα-
νερὸν, ὅτι ό πάπας Λέων μετὰ τῆς μάληθείας ’ἐστη-
κε, καὶ οὺ συμφωνεῖ τῷ Νεστορίῳ. Kal. πάλιν γρά-
φει Νεστόριος, ὅτι Οὐχὶ d Λόγος τοῦ Θεοῦ διὰ
χειρῶν Ἰωσὴφ ,ῥάκη ἐνεδύθη. ἀλλὰ τὸ σῶμα τοῦ
Κυρίου. Γράφει Λέων, ὅτι τὸ μὲν ἔλαμπε διὰ τῶν
σημείων, τὸ δὲ ὑπέπιπτε τοῖς παθήμασιν. Ἐναρ-
γέστατα διὰ τῆσδε τῆς χρήσεως ό μὲν Νεστόριος
ἄλλον ποιεῖ τὸν Θεὸν Λόγον, καὶ ἄλλον τὸν ὲκ Μα-
ρίας, ᾧ καὶ ίδικῶς πρόσωπον ἴδιον ὁμολογῶν, Ἰη-
σούν ἐκάλει. Ἔδει γὰρ αὐτὸν, εἴπερ όρθοτόμως ἔλε-
γεν, οὕτως εἰπεῖν⁸ Οὐχὶ ό Λόγος τοῦ Θεοῦ, καοὺ Λό-
γος, ὰκατάληπτος καὶ ἀπερίγραπτος καὶ συναῖδιος
τῷ Πατρὶ ὢν, ῥάκη ὲνεδὺθη ὑπὸ χειρῶν Ἰωσὴφ,
ἀλλ’ἢ καθὸ διὰ τὴν ἡμετέραν σωτηρίαν ἄνθρωπος
γέγονε, κατὰ πάντα ὅμοιος ἡμῖν χωρὶς ἁμαρτίας,
καὶ νηπιάσας, ἐνεδόθη ῥάκη ὑπὸ χειρῶν Ἰωσήφ.
οὕτως δὲ μὴ εξπὼν, φανερὸν ὅτι διαίρεσιν τὴν οὺ
πρέπουσαν ἐποιήσατο τῆς μιᾶς ὑποστάσεως τοῦ
Χριστοῦ, είς δύο πρόσωπα ταύτην τεμών ” διά τοι
τοῦτο ἁναθέματι δικαίως καθυποῦέϐληται. '0 δὲ δὴ
Λέων, ὅτι τὸ μὲν ἔλαμπε διὰ τῶν σημείων, τὸ δὲ
ὑπέπιπτε τοῖς παθήμασιν, οὐ δύο φησὶν ὅλα, ἵνα
καὶ διαίρεσιν τῶν φύσεων εἰσάξῃ ίδιοσυστάτως θεω-
ρούμενα, καὶ διὰ τοῦτο δύο πρόσωπα καὶ δύο ὑπο-
στάσεις, ana δύο ἑνὸς ὃλου συμπληρωτικὰ. Οὐδὲ
γὰρ εἶπεν, '0 μὲν, καὶ ὁ δέ· οὑδὲ (καὶ ἴνα τι συγχω-
ρήσας εἴπῃ), τὸ μὲν, ἁπλῶς ἄνευ προσθήκης, καὶ τὸ
δέ. Ἀλλὰ τί φησις Τὸ μὲν αὑτοῦ, καὶτὸ δὲ, δηλον-
ότι αὑτοῦ διὰ τινος τοῦ ὅλου φησι, τὸ μὲν τὸ συμ-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.