PG 105, col. 617

φύσεις τοῦ Χριστοῦ χωρίζων, ὅτι Διατλῆ ἐστιν ἡ
φύσις είς ἐν ἀξίωμα. Γράφει Λέων · Τὸ πεινῆσαι,
καὶ διψῆσαι, καὶ κοπιάσαι, ἀνθρώπινον, τὸ δὲ
ἐκ πέντε ἄρτων ἄνδρας πεντακισχιλίους χορτά-
σαι, καί τὸ ὕδωρ τὸ ζῶν χαρίσασθαι τῇ Σαμα-
ρείτιδι, τοῦτο θεότητος. Ἀλλ’ ὁ μὲν Νεστόριος οὐ
διὰ τὸ εἰπεῖν, Διπλῆ ἐστιν ὴ φύσις, ἤδη κατακέ-
κριται · πλεῖστοι γὰρ ὅσοι, μᾶλλον δὲ πάντες οἱ θεο-
φόροι Πατέρες τουτὶ διατρανοῠσιν ἐπὶ Χριστοῦ, ὃτι
διπλοῦς ἦν. Καὶ ἄκουσον τοῦ ὲν θεολογίᾳ Γρηγορίου
λέγοντος · Διπλοῦς fita-£2162 καὶ ἐκοπίασε, ualedi-
ψησε, καὶ ὅσα νόμῳ σώματος ἦν · ἁλλ’ ὃτι ἐπήνεγ-
κεν, sic ἐν ἀξίωμα, ἐναργῶς ὑποδηλῶν τὰς φύσεις
κεχωρισμένας, καὶ ἰδιοσυστὰτους ποιῶν, καὶ σχετι-
κὴν, λέγω δὴ τὴν κατὰ ἀναφορὰν ἀξιώματος πρὸς
τὸν θεῖον Λόγον τὴν ἀνθρωπίνην φύσιν τὴν ἕνωσιν
κεκτῆσθαι· διὰ τοι τοῦτο καὶ ἀπόϐλητος. 'U δὲ δὴ
Λέων ὀρθοδόξως τὸ μὲν διψῆσαι, καὶ πεινῆσαι, καὶ
κοπιάσαι τὸν Χριστὸν κατὰ τὸ ἀνθρώπινον εἴρηκε, τὸ
δὲ θαυματουργῖψαι κατὰ τὸ θεϊκὺν μέρος ἐξέθετο.
Ταύτῃ τῇ ἐννοίᾳ ἠ καθολικὴ Ἐκκλησία ἐπὶ Χρι-
στοῦ νοεῖν ἡμᾶς ἐκδιδάσκει, τὰ μὲν ταπεινὰ τῇ ἀν-
θρωπότητι προσάπτουσα, τὰ δὲ ὑψηλὰ τῇ θεότητι.
Εὐσεϐὴς ἄρα ὁ Λέων ἀποδέδεικται, ml οὐ συμφω-
νῶν τῷ Νεστορίῳ, κᾶν ἀδίκως παρὰ σοῦ συκοφαντῆ-
ται. El δὲ τοῦτο, μάτην προφασίζει προφάσεις ἐν
ἁμαρτίαις, καὶ οὐκ ἀποδέχῃ τὴν ἁγίαν τετάρτην
σύνοδον, καὶ τὸ παρ’ αὐτῆς ὀρθὸν δόγμα, τὸ ἐπὶ τῆς
οἰκονομίας Χριστοῦ ὁρισθὲν. Ob γὰρ τὸν ἕνα Χριστὸν
είς δύο διαιρεῖ, καὶ χωρισμὸν ἀπὸ Θεοῦ ἐμποιεῖ, ὡς
σὺ φανερῶς διαψεύδῃ, μᾶλλον μὲν οὖν ἑνοῖ, καὶ βα-
σιλείας οὐρανῶν πρόξενον τὸν ταύτην ἀσμένως ἁπο-
ἃχόμενον καθίστησιν, εἴπερ καὶ αὐτὴν ὀρθοφρόνω
τ
ὲτράνωσε καλῶς τὸ κατὰ Χριστον μυστήριον.
ια’. Ἐπεὶ δὲ οὐ μόνον ὲκ τῆς παραθέσεως τῶν
χρήσεων τοῦ ματαιόφρονος Νεστορίου, καὶ τοῦ ὲν
ἁγίοις πάπα Λέοντος ἐπειράθης διαῦαλεῖν τὴν ἁγίαν
τετάρτην σύνοδον, εἰ καὶ ὸλὸγος σου γέγονεν ἀπίθανος
καὶ ἁσύμόατος, ἀλλ’ ἢ καὶ ea αὐτῆς τῆς συνόδου παρα-
κεκομμένας λαΰὼν ῥήσεις, ἔτι γε μὴν καὶτοῦ ἁγίου
Κυρίλλου, διὰ τῆς παραθέσεως τὴν διαφωνίαν ὲν-
δεὶξασθαι βούλει· φέρε δὴ, καὶ ταύτας αὖθις εἰς μέ-
σον θέντες, τὸ σύμφωνον τῆς τε συνόδου καὶτοῦ
ἁγίου Κυρίλλου σαφέστατα παραστήσωμεν. Ἔχει ἡ
σύνοδος κατὰ λέξιν ὦδε, ὡς σὺ ἐπέστειλας ⁵ Γράφει
ἡ σύνοδοι,- τῆς Χαλκηδόνος, ὅτι οὐκ ἡλλοίωσε
τῶν φύσεων τήν διαφορὰν διὰ τῆς ἐνώσεως, ἀλλ’
ἐφύλαξε τὸ ιὸιον τῆς ἑκάστου φύσεως. Γράφει ὀ
ᾶτιος Κύριλλος ἐν τῇ πρώτῃ ἐπιστολῇ τῇ πρὸς
Σούκενσον · Ἕνα λέγομεν Υίὸν, ὡς καί οι Πατέ-
ρες ἐλάλησαν, μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρ-
κωμένην. Ποίαν οὖν κοινωνίαν ἕ χει ἡ τῆς Χαλκη-
δόνος σύνοδος μετὰ τοῦ ἁγίου Κυρίλλουξ Ὅτι
ἐκεῖνος μὲν μίαν φύσιν ἐνώσας ἐκ δύο, ἐλάλησε
κατὰ τὴν ἁγίαν σύνοδον τὴν ἐν Ἐφέσῳε ἡ δὲ
ΡΑτιιοι.. (lu (Ν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.