PG 11, col. 344

δηλουμένων, ῥητοῖς χρήσασθαι, περὶ Μωσέως καὶ
Ἰησοῦ Χριστοῦ, τοῦ νομοθέτου τῶν Ἐϐραίων, καὶ τοῦ
εἰσηγητοῦ τῶν κατὰ Χριστιανισμὸν σωτηρίων δογμάο
των, ταῦτα διαληπτέον. Πλείστων γὰρ ὅσων νομοθε- ’
τῶν γεγενημένων ἐν Ἕλλησι καὶ βαρϐάροις, καὶ δι-
δασκάλων δόγματα καταγγελλόντων ἐπαγγελλόμενα
τὴν ἀλήθειαν, οὐδένα ἱστορήσαμεν νομοθέτην ζῆλον
ἐμποιῆσαι δεδυνημένον τοῖς λοιποῖς ἔθνεσι περὶ τοῦ
παραδέξασθαι τοὺς λόγους αὐτοῦ. Πολλήν τε παρα·-
σκευὴν τὴν μετὰ τῆς δοκούσης ἀποδείξεως λογικῆς
εἰσενεγκαμένων τῶν περὶ ἀληθείας φιλοσοφεῖν ἐπαγ-
γελλομένων (69), οὐδεὶς δεδύνηται τὴν νομισθεῖσαν
αὐτῷ ἀλήθειαν, έθνεσι διαφόροις ἐμποιῆσαι, ἢ ἑνὸς
ἔθνους ἀξιολόγοις πλήθεσι. Καίτοιγε ἐϐούλοντο ἂν καὶ
οἱ νομοθέται κρατῦναι τοὺς φανέντας νόμους εἶναι κα-
λοὺς (70), εἰ δυνατὸν, παρὰ παντὶ τῷ τῶν ἀνθρώπων
γένει-οἴ τε διδάσκαλοι ἐπινεμηθῆναι ἢν ἐφαντὰσθη-
σαν εἶναι ἀλήθειαν πανταχοῦ τῆς οἰκουμένης. Ἀλλ’
ὡς οἷα μὴ δυνάμενοι προσκαλέσασθαι τοὺς ἀπὸ τῶν
ἐτέρων διαλέκτων καὶ τῶν πολλῶν ἐθνῶν ἐπὶ τὴν τή-
ρησιν τῶν νόμων, καὶ τὴν παραδοχὴν τῶν μαθημάτων,
τοῦτο ποιῆσαι οὐδὲ ἐπεϐάλοντο τὴν ἀρχὴν, οὐκ ἀφρά·
νως τε σκοπή σαντες περὶ τοῦ ἀδύνατον αὐτοῖς τὸ τοιοῦ-
τον τυγχάνειν. Πᾶσα δὲ Ἑλλὰς καὶ βάρϐαρος ἡ κατὰ
τὴν οἰκουμένην ἡμῶν (7|), ζηλωτὰς ἔχει μυρίους, κα-
ταλιπόντας τοὺς πατρῴους νόμους καὶ νομιζομένους
θεοὺς, τῆς τηρήσεως τῶν Μωσέως νόμων, καὶ τῆς
μαθητείας τῶν Ἰησοῦ Χριστοῦ λόγων· καίτοιγε μι-
σου μένων μὲν ὑπὸ τῶν τὰ ἀγάλματα προσκυνούντων,
τῶν τῷ Μωσέως νόμῳ προστιθεμένων· καὶ τὴν ἐπὶ
θανάτῳ δὲ, πρὸς τῷ μισεῖσθαι (72), κινδυνευόντων τῶν
τὸν τοῦ Ἰησοῦ Χριστοῦ λόγον παραδεξαμένων.
farm! deest έναι. Infra omnes mss., περὶποῦ. ἀδύ-
ματ-ον αυτοῖςἶ ἰἰιτίιιιιε, περὶ τοῦ ἀδυνάτουήαύτοῖς.
15':th μὲν. ὑπατῶν. η
~ _(_7_:’.) Πρὸς Et?) ιιιονεῖσᾷαι.. Ita recte quatuor mss.
Editio autem Tal-uri, πρὸς τὸ μισεῖσθαι. Ibidem om-
res quid. mss., τοῦἺησοῦ Χριστοῦ- λέγον

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.