PG 11, col. 437

αὐτῷ ἔγνωσται, καὶ διὰ τοῦτο προεωραμένον αὐτῷ ,
διατάττεται (52) ἀπὸ τῆς προνοίας τὸ κατ’ ἀξίαν παντὶ
τὸ εὔλογον ° καὶ τὸ τί εὔξηται · ποίαν διάθεσιν ἔχων
6 δεῖνα οὕτως πιστεύων· καὶ τί βουλόμενος αύτῷ γε-
νέσθαι , προκατείληπται · οὗ προκαταληφθέντπ , καὶ
τοιοῦτόν τι ἀκολούθως ὲν τῇ διατάξει τετάξεται, ὅτι
τοῦδε μὲν ὲπακούσομαι συνετῶς (55) εὐξομένου , δι’
αὐτὴν τὴν εὐχὴν ἣν εὔξεται · τοῦδε δὲ οὐκ ἐπακού-
σομαι, ἤτοι διὰ τὸ ἀνάξιον ἔσεσθαι τοῦ ὲπακουσθή-
σεσθαι, ἢ διὰ τὸ ταῦτα αὐτὸν-εὖξασθαι (54), ἃ μήτε
τῷ εὐχομένω λυσιτελεῖ λαϐεῖν, μήτε ἐμοὶ πρέπον
παρασχεῖν· καὶ κατὰ τήνδε μὲν τὴν εὐχὴν, φέρε εἰπεῖν,
τοῦ δεῖνος, ούκ ὲπακούσομαι αὐτοῦ ⁸ κατά τοῦδε δὲ,
ἐπακούσομαι (55). Ἐάν δέ τις ταράττηται διὰ τὸ
μὴ οὐ ψεύσασθαι τὸν Θεὸν τὰ μέλλοντα προεγνωκότα,
ὡς τῶν πραγμάτων κατηναγκασμένων · λεκτέον πρὸς
τὸν τοιοῦτον, ὅτι αὐτὸ τοῦτο τῷ Θεῷ ἔγνωσται ἀρα-
ρότως τὸ μὴ ἀραρότως τόνδε τινὰ (56) τὸν ἄνθρωπον
καὶ βεϐαίως βούλεσθαι τά κρείττονα, ἢ οὕτω θελήσειν
τὰ χείρονα, ὥστε ἀνεπίδεκτον αὑτὸν ἔσεσθαι μεταϐο-
λῆς τῆς ἐπὶ τά συμφέροντα. Καὶ πάλιν τάδε μέν τινα
ποιήσω τῷδε εύξομένῳ (57), ἐμοὶ γάρ τοῦτο πρέπον
ἐστὶν, οὐ ψεκτῶς μοι εύξομένῳ, οὐδὲ ἀμελῶς περὶ
τὴν εὐχὴν άναστραφησομένῳ · τῷ δὲ ἐπὶ ποσὸν (58)
εύξομένῳ , ὑπερεκπερισσοῦ ὦν αἰτεῖται ἢ ’νοεῖ
δωρήσομαι τάδε τινά· ἐμοὶ γὰρ τόνδε πρέπει νικᾷν (ζ
ὲν ταῖς εύποιίαις καὶ χορηγεῖν πλείονα ὧν αἰτῆσαι
κεχώρηκε ο καὶ τῷδε μέν τινι τοιῷδε ἐσομένῳ τόνδε
τὸν ἄγγελον λειτουργὸν ὲπιπέμψω, ἀπὸ τοῦδε ἀρξό-
μενον τοῦ χρόνου συνεργεῖν αὑτοῦ τῇ σωτηρίᾳ καὶ
μέχρι τοῦδε συνεσόμενον ’ τῷδε δὲ τόνδε, ιρέρε εἰπεῖν,
τὸν τοῦδε τιμιώτερον τῷ τοῦδε ἐσομένῳ κρείττονιο
τοῦδε δέ τινος μετὰ τὸ ἐπιδεδωκέναι ἑαυτὸν λόγοις
τοῖς διαφέρουσιν ύπεκλυθησομένου καὶ παλινδρομή-
ωντος (59) ἐπὶ τὰ ὑλικώτερα , ἀποστήσω τόνδε τὸν
κρείττονα συνεργόν ⁸ οὗ ἀποστάντος κατ’ ἀξίαν αύ-
τόχειρ ὢν τις (60) ἥδε ή δύναμις καιρὸν εὑρηκυῖα
τοῦ ἐπιϐαίνειν τῇ ῥαθυμίᾳ , ἐπιστᾶσα ἐπὶ τάδε τινὰ
τὰ ἁμαρτήματα αὐτὸν, ἕτοιμον ἑαυτὸν πρὸς τὸ ἀμαρ-
τάνείν δεδωκότα, προκαλέσεται. Οὕτως οὖν ἤδη οἱονεὶ
ἐρεῖ ὁ προδιατασσόμενος τὰ ὅλα · ὅτι Ἀμὼς γεννήσει
τὸν Ἰωσίαν , ὅστις οὐ ζηλώσει τὰ τοῦ πατρὸς
πταίσματα, ἀλλά τυχὼν τῆσδε τῆς ἐπ’ ἀρετὴν προ-
τρεπούσης ὀδοῦ διὰ τῶνδε τῶν συνεσομένων, καλὸς
ἔσται καὶ ἀγαθὸς, ὅστις κατασκάψει τὸ τοῦ Ὶεροϐοάμ ι
κακῶς οἰκοδομηθὲν θυσιαστήριον. Οἶδα δὲ καὶ Ἰού-
¹⁴⁸ Ephcs. ιιι, 20.
(52)Διατάττεται, etc. Lucum integrum sic legit
Bentleius: Διατάττεσθαι ἀπὸ τῆς προνοίας τὸ κατ’
ἀξίαν παντί τῳ εὔλογον · καὶ τὸ τί εὔξηται· ποίαν
διάθεσιν ἔχων 6 δεῖνα· πῶς πιστεύων ’ καὶ τί βου-
λόμενος αὐτῷ γενέσθαι , προκατειλῆφθαι.
(55) Συνετῶς. Forte legendum, συνεχῶς.
(54 Εὔξασθαι. Lege cum Βοηιιρίο,εῠξεσ
(Si) Εὕξασθαι. Lege cum Βοηιιρίο,εὔξεσθαι.
(55) Κατὰ τοῦδε δὲ ἐπακούσομαι. Scribit Beu-
tleius, κατὰ τήνδε δὲ ἐπακούσομαι.
(56) Τόνδετινά. Sic recte habet codex ms. ιιι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.