PG 11, col. 436

σις. Οἶμαι δὲ ὅτι ἡ τῶν λογικῶν κίνησις δι’ αὐτῶν
ἐστι κίνησις. Ἐὰν δὲ περιέλωμεν ἀπὸ τοῦ ζώου τὴν
ἀπ’ αὐτοῦ κίνησιν (45), οὐδὲ ζῶον ἔτι ὃν ὑπονοηθῆ- _
ναι δύναται, ἀλλά ἔσται ὅμοιον ἦτοι φυτῷ ὑπὸ φύσεως
μόνης κινουμένῳ, ἢ λίθῳ ὑπό τινος ἔξωθεν φερομένῳ.
Ἐάν δὲ παρακολουθῇ τις τῇ (46) ἰδίᾳ κινήσει, ἐπεὶ
τοῦτο δι’ αὐτοῦ κινεῖσθαι ὠνομάσαμεν,ἁνάγκη τοῦτο
εἶναι λογικόν. Oi τοίνυν θέλοντες μηδὲν εἶναι ἐφ’ ἡμῖν,
ἀναγκαίως ἡλιθιώτατόν τι παραδέξονται, πρῶτον
μὲν (47) ὅτι οὐκ ἐσμὲν ζῶα, δεύτερον δὲ ὅτι οὐδὲ λο-
γικά· ἀλλ’ οἷον ὑπὸ ἔξωθεν κινοῦντος αὐτοὶ οὐδα-
μῶς κινούμενοι, ποιεῖν ὑπ’ ἐκείνου λεγοίμεθα, ἃ.
ποιεῖν νομιζόμεθα. Ἄλλως τε καὶ τοῖς ίδίοις πάθεσιν
ἐπιστήσας τις ὁράτω, εί μὴ ἀναιδῶς ἐρεῖ μὴ αὐτὸς
θέλειν, καὶ μὴ αὐτὸς ἐσθίειν, καὶ ιμὴ αὐτὸς περιπα-
τεῖν, μηδέ αὐτὸς συγκατατίθεσθαι καὶ παραδέχεσθαι
ὁποιαδήποτε τῶν δογμάτων , μηδὲ αὐτὸς ἀνανεύειν
πρὸς ἕτερα ὡς ψευδῆ. Ὥσπερ οὖν πρός τινα δόγματα
ἀμήχανον διατεθεῖσθαι (48) ἄνθρωπον, κᾶν μυριάκις
αὐτὰ κατασκευάζῃ εὑρεσιλογῶν, καὶ πιθανοῖς λόγοις
χρώμενος’ οὕτως ἀδύνατον διατεθεῖσθαί τινα περὶ
τῶν ἀνθρωπίνων ὡς μηδαμῶς τοῦ ἐφ’ήμῖν σωζομέ-
νου. Τίς γὰρ διάκειται περὶ τοῦ μηδὲν εἶναι κατα.-
ληπτὸν , ἢ οὕτως βιοῖ ὡς ἐπέχων περὶ παντὸς οὑτι-
νοσὸῦν; Τίς δέ οὐκ ἐπιπλήττει, φαντασίαν ἁμαρτήσαν-
τος οἰκέτου λαϐὼν, τῷ θεράποντι; Καὶ τίς ἐστιν ὃς
μὴ αἰτιᾶται υἱὸν τὸ πρὸς ’γονεῖς καθῆκον ἁποδιζ
δόντα; Ἢ μὴ μέμφεται καὶ ψέγει ὡς αἰσχρὸν πε-
ποιηκυῖαν τὴν μεμοιχευμένην; Βιάζεται γὰρ ή ἀλή-
θεια καὶ ἀναγκάζει, κᾶν μυριάκις τις εὑρεσιλογῇ,
ὀρμᾷν καὶ ἐπαινεῖν καὶ ψέγειν ° ὡς τηρουμένου τοῦ
ἐφ’ ἡμῖν καὶ τούτου ἐπαινετοῦ ἢ ψεκτοῦ γινομένου
παρ’ ἡμᾶς. Εἰ δὴ τὸ ἐφ’ ἡμῖν σώζεται μυρίας ὅσας
ἀπονεύσεις (49) ἕχον πρὸς ἀρετὴν ἢ κακίαν, καὶ
πάλιν ἢ πρὸς τὸ καθῆκον ἢ πρὸς τὸ παρὰ τὸ καθῆ-
κον · ἀναγκαίως τοῦτο μετὰ τῶν λοιπῶν πρὶν γένηται
τῷ Θεῷ ἔγνωσται ἀπὸ κτίσεως καὶ καταϐολῆς κόσμου,
ὁποῖον ἔσται’ καὶ¹ ἐν πᾶσιν οἷς προδιατάσσεται ὁ
Θεὸς ἀκολούθως ὡς ἑώρακε (50) περὶ ἑκάστου ἔργου
τῶν ἐφ’ ἡμῖν προδιατέτακται κατ’ ἀξίαν ἑκάστῳ κι-
νήματι τῶν ἐφ’ ἡμῖν τὸ καὶ ἀπὸ τῆς προνοίας αὺ-
τῶ ἀπαντησόμενον, ἔτι δέ καὶ κατά τὸν εἱρμὸν τῶν
ἐσομένων συμϐησόμενον· οὐχ). τῆς προγνώσεως τοῦ
Θεοῦ αἰτίας γινομένης τοῖς ἐσομένοις πᾶσι, καὶ ὲκ
τοῦ ἐφ’ ἡμῖν κατὰ τὴν ὁρμὴν ἡμῶν ἐνεργηθησομένοις.
Εἰ γὰρ καὶ καθ’ ὑπόθεσιν μὴ γινώσκοι ὁ Θεὸς τὰ ἐσό·
μενα , ού παρὰ τοῦτο ἀπειλοῦμεν (51) τὸ τάδε τινὰ
τοὶ, «ἀπ’ αὐτῶν οὐδαμῶς κινού μενοι.
(48) Διατεθεῖσθαιξ Sic habet hoc loco et infra
cedes ms., perperam vero utrobique editio Oxo-
niensis, (διατεθῆναι.
Ἀπρι·εὐσεις. Ἐπινεύσεις ἣ ἀπονεύσεις,
legit Bentleius.
Ἀ-κογῖρύθως ὡς ἑώρακε. Legit Bentleius, ἁκο-
λούθως οἷς ἑώρακε.
(51) Ἀπειλοῦμεν. Idem legit, ἀπολοῦμεν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.