PG 11, col. 568

ἤχου ὲορτάζοντος. ι
Εύχόμην οῦν ὑμᾶς παρ’ ὅλον τὸν ἑστηκότα ἀγῶνα
μεμνημένους τοῦ ἀποκειμένου πολλοῦ ὲν οὐρανοῖς '
μισθοῦ ι τοῖς διωχθεῖσι καὶ όνειδισθεῖσιν ἕνεκεν δι-
καιοσύνης, καί⁵ ἕνεκεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ι χαί-
ρειν καὶ ἁγαλλιᾷν καὶ σκιρτᾷν, ῶσπερ οἰ ἀπόστολοι
ὲχάρησάν ποτε, ι καταξιωθέντες ὑπὲρ τοῦ ὀνόματος -
αὐτοῦ ἀτιμασθῆναι. ι Εἰ δέ ποτε καὶ αἰσθάνοισθε
συστολῆς περὶ τὴν ψυχὴν ὑμῶν, εἰπάτω αὐτῇ ό ἐν
ἡμῖν (62) Χριστοῦ νοῦς, θελούσῃ τὸ ὅσον ἐφ’ ἑαυτῇ
xal. αὑτὸν συγχεῖν-ἰ ’Ίνα τί περίλυπος εἷ, ψυχῆς
xal. ἵνα τί συνταράσσεις με; Ἔλπισον ὲπῖ τὸν Θεὸν,
ὃτιὲξομολογήσομαι αὐτῷ. »Καὶ πάλιν (65)..... Εἴθε
μὲν μηδαμῶς ταραχθείη ὴ ψυχὴ, ἀλλά καὶ παρ’
αὐτοῖς τοῖς δικαστηρίοις, καὶ παρά γυμνοῖς τοῖς ξί-
φεσιν ἐπιφερομένοις τῷ τραχήλῳ, φρουροῖτο ὑπὸ
ι τῆς ὑπερεχούσης πάντα νοῦν ο εἰρήνης τοῦ Θεοῦ,
καὶ γαληνιάζοι, λογιζομένη, ι ὅτι οἰ ἐκδημοῦντες
ὲκ τοῦ σώματος ὲνδη μοῦσιν αὐτῷ τῷ τῶν ὅλων Κυ-
ρίῳ. ι Εἰ δε μὴ τηλικοῦτοί ἐσμεν, ὡς ἀεὶ τὸ ἀτάραον
χον διατηρεῖν, κᾶν μὴ ἐκχέοιτοξ, μηδὲ τοῖς ἔξω ἐμ.-
φαίνοιτο ἡ τῆς ψυχῆς ταραχὴ, ἵνα ἀπολογίας ὦρσεν,
ἔχωμεν πρὸς Θεὸν, λέγοντες αὐτῷ· ι Θεός μω..
πρὸς ἐμαυτὸν ἠ ψυχή μου ἐταράχθη. ι Βίεμνῆσθαι
δὲ ἡμᾶς ό λόγος παρακαλεῖ καὶ τοῦ ὲν Ἡσαΐᾳ τοῦτον
εἰρημένου τὸν τρόπον ' ι Μὴ φοϐεῖσθε ὀνειδισμὸν
ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. ι
Καὶ γάρ ἄτοπον, ἐναργῶς ἐφεστῶτος Θεοῦ τῇ τοῦ
ούρανοῦ καὶ τῶν ὲν αὐτῷ κινήσει, καὶ τοῖς ὲν γῇ
καὶ θαλάσσῃ ὑπὸ τῆς θείας τέχνης αὐτοῦ ἐπιτελου-
μένοις ὲν παντοδαπῶν ζώων καὶ φυτῶν γενέσεσι καὶ
συστάσεσι, καὶ τροφαῖς καὶ αὐξήσεσι, καμμύσαι
μὲν καὶ μὴ ἐνορᾷν Θεῷ, τρέψαι δὲ τοὺς δφθαλμοῦς
ἐπὶ φόϐον τῶν μετ’ ὀλίγον τεθνηξομένων καὶ παρα-
δοθησομένων τῇ κατ’ ἀξίαν αὐτῶν δίκῃ.
Τῷ μὲν οὖν Ἀδραάμ ποτε ὑπὸ Θεοῦ εἴρητο,
ι Ἔξελθε ὲκ τῆς γῆς σου· ι ἡμῖν δὲ τάχα μετ’ ὀλί-
γον λεχθήσεται, Ἐξέλθετε ἀπὸ τῆς ὅλης γῆς’ ᾧ πεί-
θεσθαι καλὸν, ἵνα ἡμῖν ταχέως δείξῃ τοὺς οὐρανοὺς.
ὲν οἷς ἐστιν ὴ καλουμένη τῶν οὐρανῶν βασιλεία. Περὶ
μὲν οὖν πολλῶν ἀρετῶν ἐστιν ἰδεῖν τὸν βίον ἀγώνων
πεπληρωμένον τοὺς ἀγωνιζομένους. Δόξουσι γὰρ περὶ
μὲν σωφροσύνης καὶ ἕτεροι τῶν ἀπὸ τῆς τοῦ Θεοῦ
μερίδος ἠγωνίσθαι πολλοί’ καὶ μετά ἀνδρείας ὲνα-
ποτεθνηκέναι τινὲς , τηροῦντες τὴν ὑπὲρ τοῦ κοινοῦ
δεσπότου πρόθεσινο φρονήσεώς τε ἐπιμελεῖσθαι οἱ
περί¹ τοὺς ἐξεταζομένους λόγους δεινοί* καὶ δικαιοσύνῃ
ἑαυτοὺς ἐπιδεδωκέναι οἱ δικαίως ζῇν προτεθυ μη μένοι.
Καὶ στρατεύεταί γε καθ’ ἑκάστης ἀρετῆς ἦτοι τὸ τῆς
σαρκὸς φρόνημα καὶ τὰ πολλὰ τῶν ἐκτός· περὶ δὲ
⁸⁸ Psal. xu, 6. “Philip. ι’, 7. ’° ll Cor. ον, 8.
aliquem Scripturrelocum priori similem quem ama-
nuensis in ius. codice omiserit.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.