PG 11, col. 588

σίκακοι εὐφρανθήσονται. Οὐδὲν δὲ ἄτοπον ἰδεῖν ὲκ
τῶν τῷ Ἡσαΐᾳ γεγραμμένων τὰ λεχθησόμενα ὑπὸ
τῶν ἐν ᾇδου τοῖς νενικημένοις καὶ ἀπὸ τοῦ οὐρανίου
μαρτυρίου καταπεπτωκόσιν, ἵν’ ἔτι φρίξωμεν τὴν ἐν
τῷ ἀρνεῖσθαι ἀσέϐειαν. Λεχθήσεσθαι γὰρ οἶμαι, πρὸς
τὸν ἀρνησάμενον τοιαῦτα· ι Ὀ ᾅδης κάτωθεν ἐπι-
κράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες oi.
γίγαντες οἱ ἄρξαντες τῆς γῆς · οἱ ἐγείραντες ἐκ τῶν
Θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. Πάντες ἁπο-
κριθὴσονται, καὶ ἐροῦσί σοι. ι Τίνα δὲ ἐροῦσιν αίνενι-
κημέναι δυνάμεις τοῖς νενικημένοις, καὶ οἱ ὑπὸ τοῦ
διαϐόλου ἐαλωκότες τοῖς ἐν ἀρνήσει ἐαλωκόσι; ι Καὶ
σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς. ι Ἐὰν δὲ καὶ μεγάλης
τις ἐλπίδος τυγχάνων καὶ ἐνδόξου τῆς ὲν Θεῷ, ὑπὸ
δειλίας ἧ πόνων προσαγομένων ἡττηθεὶς, ἐν Θεῷ (99.)
ἀκούσεται· ‹ Κατέϐη είς ᾅδου ἡ δόξα σου· ὑποκάτω
σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώ-
ληξ. › Ei δὲ καὶ ἔλαμψέ τις ἐν ταῖς Ἐκκλησίαις πολλά-
κις, ὡς ὁ Ἑωσφόρος ἐπιφαινόμενος αὐταῖς, λαμψάν-
των αὑτοῦ τῶν καλῶν ,ἔργων ἔμπροσθεν τῶν ἀνθρὼ-
πων, καὶ μετὰ ταῦτα τὸν μέγαν ἀγῶνα ἀγωνιζό-
μενος, τὸν στέφανον ἀπολώλεκε τοῦ τοιούτου θρόνου,
ἀκούσεται’ ι Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφό-
ρος, ὁ πρωῒ ἀνατέλλων; συνετρίϐη ἐπὶ τὴν γῆν. ι Καὶ
τοῦτο δὲ πρὸς αὐτὸν λεχθήσεται τῷ διαϐόλῳ διὰ τῆς ἀρ-
νήσεως ὡμοιωμένον· ι Ῥιφὴσονται ἐν τοῖς ὄρεσιν,
ὡς νεκρὸς ἐϐδελυγμένος μετὰ πολλῶν τεθνηκότων ·
ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται
καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός · › πῶς γὰρ ἔσται
καθαρὸς, αἵματι καὶ φόνῳ, τῷ βδελυκτῷ τῆς ἀρνή-
σεως πταίσματι μεμιασμένος, καὶ ἐ μπεφυρ μένος τηλι-
κούτῳ κακῷ; Πρόσχωμεν , μή ποτε κᾶν δισταγμὸς
Εἰκὸς δὲ ὑμᾶς (95), καὶ μυκτηρισθήσεσθαι ὑπό τι-
νων καὶ ὀνειδισθὴσεσθαι ὑπὸ γειτόνων κυκλούντων
ὑμᾶς , καὶ τὴν κεφαλὴν ὡς ἐπὶ ἀνοήτοις κινούντων
ἡμῖν· ἀλλὰ τούτων συμϐαινόντων , ἡμεῖς λέγωμεν
πρὸς Θεόν · ι Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν,
μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν. Ἐθου
ἡμᾶς εἰς παραϐολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς
ἐν τοῖς λαοῖς. Ὅλην τὴν ἡμέραν ἡ ἐντροπὴ μου κατ’
ἐναντίον μου ἐστὶ, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου
ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦν-
τος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. ι Ἀλλὰ
πρὸς ταῦτα δεῖ τὴν μετὰ παρρησίας τοῦ προφήτου
ἐπιφερομένην φωνὴν εἰπεῖν τῷ Θεῷ - ι Ταῦτα πάντα
~(-93) Tyde. Leg. fipfig, sicque paqu post Itu-
κλούντων ἡμᾶς, utin ὑμᾶς.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.