PG 114, col. 188

ἐρήμους νοήσεως, ἐκεῖνος μέσον ἀμφοῖν γεγονὼς,
σύνδεσμος οἷον τῶν τέως διεστηκότων ἒγένετο’ καῖ
τὴν τε γλῶτταν ἐξάψας τοῦ νοῦ, τὸν τε νοῦν ἐπιστή-
σας τοῖς λόγοις, καί ῥητορικῇ μὲν τὴν φιλοσοφίαν
προϐιϐάσας εἰς πρακτικώτεραν καὶ ἐμφανεστέραν
ἐνέργειαν, τῇ δέ γε φιλοσοφίᾳ τὴν τέχνην ὒψώσας, καί
κεράσας ἄμφω πρὸς ἄλληλα τοῖς παρ’ ἑαυτῶν κάλλε-
σιν, ἔμφωκιον, ’ἔν’ οὕτως εἴπω, τὸν νοῦν, καὶ ἔννουν
τὴν γλῶτταν εἰργάσατο. Ἐφιλοσόφει γοῦν μετὰ τῆς
ἠθικῆς πιθανότητος, καὶ ὲῤῥητόρευε μετὰ τῆς φιλο-
σόφου βαθύτητος. Καὶ ἦν ἀμφοῖν τοῖν γενοῖν ὁμοίως
δεύάρμοστος, καὶ οὔδ’ ὁ φιλόσοφος τὴν πολιτικὴν
ἐμίσει ὑπόθεσιν, ὁρῶν χρωννυμὲνην ταῖς ἀπὸ τῆς φιν
λοσοφίας βαφαῖς, οὔθ’ ὁ ῥήτωρ πρὸς τὴν ἐπιστήμην
ἀπήχθετο, ταῖς τελνικαῖς μεθόδοις ἐναϐρυνόμενος.
Ἐντεῦθεν ὥσπερ τις λαμπὰς ἀπὸ τῆς Βυζαντίδος
ἀνεθεῖσά τε καὶ ἀρθεῖσα, οἱονεί τις πυρσὸν διαέριος
ταῖς ἀπάσαις ἔδοξε πόλεσι, Καὶ ἧν ὼς ἀληθῶς ὁ
χῶρος οἷόν τις κόσμος οὖράνιος, πᾶσι λόγων κατ-
αστραπτόμενος γένεσι, καὶ δι’ ἐνὸς δᾳδούχου, τὰ μὲν
τὴν σύμπασαν οἰκουμένην καταπυρσεύσας, τε δὲ
πρὸς τῷ οἰκείῳ φωτὶ, καὶ ταῖς ἀλλοτρίαις κατ-
αστράπτων μαρμαρυγαῖς ⁸ καὶ τό γε θαυμασιώτερον,
καὶ δι’ ὃ μᾶλλον ἀν τις ἐκεῖνον θαυμάσειεν, ὅτι καὶ
γένους εὗ ἔχων, καὶ τὰ τῆς εὔκλείας οἴκοθεν κεκτη·-
μένος, βαθεῖ τε πλούτῳ κομῶν, καὶ οἷον ἄν τις
c πρὸς παίδευσιν ἀποκνήσειεν. Οἱ γὰρ πλεῖστοι ἀφορ-
μὴν τοῦ πλουτεῖν, ὥσπερ τὸν λόγον τιθέασιν, οὔχ
ἵν’ ἐπήϐολοι τῶν κρειττόνων γένοιντ’ ἂν, ἀλλ’ ὅπως
τοῖς ματαίοις ἐπεντρυφὴσωσιν, περῖ τοῦτον σπου⁹
δᾶζοντες, παρασκευαῖς ἓκεῖνος ταῖς παρά τῆς ἔξω-
θεν τύχης πρὸς φιλοσοφίαν ἐκέχρητο, Ἐντευθεν
οὔτε τοὺς ἀργοτὲρους τῶν φιλοσοφησάντων, οὕτε τοὺς
περιττοτέρως τῶν ῥητόρων ζηλοῖ. Οἱ μὲν γὰρ
ὥσπερ ἀπλέτῳ φωτὶ ταῖς ἀπὸ τῆς φιλοσοφίας κατ·
αστραφθεντες ἀκτῖσιν, αὒτίκα ἰπέμυσαν, καὶ οὒ προ-
εὲίϐασαν εἷς πρᾶξιν τὴν ἀρετὴν, οὔδ’ ἔχρησαν-το τοῖς
δόγμασι μεγαλοπρεπῶς , οὔδε ἡγεμόνες γεγόνασι
πόλεων, οὔδε φέροντες, ἃ μεμαθήκασιν, είς μέσους
τοὺς πολλοὺς προτεθείκασιν, ἀλλὰ μακροὺς μὲν EE-
ἐθρεψαν πώγωας, ὥσπερ ἄκαρπα θέρη, καὶ σκυθρωποὶ
τοῖς προσώποις γεγόνασιν.
Εἶτα δὴ οἱ μὲν ούδέν δέον διὰ τῆς ἀγορᾶς θέον-
τες, ἀκράτῳ τῇ παρῤησίᾴ ἐχρήσαντο ' οἱ δὲ πίθους
τινάς κατῳκήκασιν , περιγράψαντες ἑαυτούς. Οἱ
δὲ περὶ διαλεκτικὰς ἐρωτήσεις τὸν ἑαυτῶν βίον κα-
τατετρίφασιν. ’Ἄλλοι δὲ περὶ φυσικῶν ἐζήτησαν
ὑποθεσεων, ἀνωφελεῖς τινας ἀντιλογίας καὶ ’ἐριδας
τῷ βίῳ κατακομίσαντες· καὶ τῶν ῥητόρων δὲ οἱ
πλείους ταυτὸ τοῦτο πεπόνθασιν, τὴν ἔμφρονα τέ-
χνην, ἀφροσύνης ἀφορμὴν ποιησάμενοι· καὶ δέον τὰ
λυσιτελοῦντα ταῖς πόλεσι προαιρεῖσθαι καὶ μελετᾷν,
οἱ δὲ τὰ μὲν αὐτοὶ πλάττοντες, τὰ δὲ οἷον ἀποκειμένοις
χρησάμενοι πράγμασι καινήν τινα σκηνὴν τῷ βίῳ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.