PG 115, col. 1160

μερῶν τὸν μάρτυρα τοῦ παιδὸς ἐν ὁμοίᾳ ᾖ »γαῖ
. ς ο Λ ,~ 2,,_8-1,-,- _M-_‘. -I......:.. -.ἴ
ϐολῆς πρὸς τὸ βέλτιον, καὶ πλήρης ἡμερῶν τῶν τοῦ
Πνεύματος γενομένη, ἐν εἰρήνῃ, τῷ μὲν τῆς εἰρήνης
Θεῷ τὸ πνεῦμῃ, τὸ σῶμα δὲ τῷ παιδὶ παρατίθεται,
*ἶν’ οὖς μία εἶχεν οἷκία, τούτους καὶ μία σορὸς
πιστευθῇ, καὶ μηδὲ αύτά διαστῇ τὰ τῆς κόνεως.
Μεθ’ ὧν δώῃ καὶ ἡμῖν ὁ Θεὸς τῆς τῶν σωζομένων
γενέσθαι μερίδος, καὶ τήν τῶν ζώντως χώραν ἰδεῖν,
ὅτι αύτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
νῦν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν· ί
ΑΛΟΜΑΡΤΥΡΟΣ
ABTEMII.
—
A'. Μετὰ τήν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν εἰς
οὐρανοὺς ἀνάληψιν, τῶν αύτοῦ μαθητῶν τε καὶ
ἀποστόλων σήν οἰκουμένην πᾶσαν τῷ Εὖαγγελῖῳ
περιλαϐόντων, καὶ πανταχοῦ μὲν διαδοθέντος ἤδη
τοῦ τῆς εὐσεϐείας κηρύγματος τοῦ δὲ ἀρχῆθεν ἀν-
τικειμένου τῷ τῶν ἀνθρώπων γένει, βασάνους ἀφ’).
ρήτοις διά τῶν τὸτέ κρατούντων ὑποϐάλλοντος τοὺς
πιστεύοντας ἔδει ποτε λύσιν γενέσθαι Χριστιανοῖς
τῶν ἀνιαρῶν, καὶ μετὰ τοῦ πικροῦ νέφους τῆς
ἀσεϐείας λυθῆναι καὶ τὸν χειμῶνα τῆς κατ’ αὐτῶν
τιμωρίας, καὶ στῆναι ῥάϐδον ἁμαρτωλῶν κατά
ρου δικαίων ἀφιεμένην. Ἐπεὶ δὲ ἀνδρὸς ἐδεῖσο πρὸς
τοῦτο, περιφανῆ τήν τῆς ψυχῆς εὐγένειαν κεκτη-
μένου, τοιοῦτος δὲ ὁ Κώνσταντος καὶ Ἑλένης υἱὸς
Κωνσταντῖνος ὁ Μέγας ἒπικληθεὶς, ἀφίσταται μὲν
τῆς πατρίου πλάνης ἀπορρήτῳ τινὶ καὶ θειοτέρα
οἷκονομίᾳ καὶ τῇ ἀληθείᾳ προστίθεται, νικᾷ δὲ, ὡς
πάντες ’ίσασι, τοὺς ἐχθροὺς διὰ τῆς ἐν οὐρανῷ τοῦ
σταυροῦ ἐμφανείας, καὶ Μέγας εὐθὺς τῇ τε περὶ
τὴν εὐσέϐειαν μεγαλειότητι καὶ τῇ κατ’ αὐτῶν
νίκῃ, προσαγορεύεται, εἶτα καῖ τῷ μεγάλῳ Βασιλεῖ
καὶ κοινᾷ πάντων Δεσπὸτῃ χάριτας τῆς νίκης ἀπο-

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.