PG 115, col. 1189

ἀδελφοὺς ἂδίκως ἀπέκτεινε, καὶ ὁ τούτου δὲ υἱος
Κωνστάντιος, τὰ ὅμοια τῷ γεγεννηκότι ποιῶν, τὸν
ἐμὸν ἀδελφὸν Γάλλον πεφόνευκε, καὶ ταῦτα ὅρκους
αὐτῷ φρικώδεις εἰς ἀσφάλειαν παρασχόμενος, οὐ
μὴν δὲ, ἀλλά καὶ ἡμᾶς αὐτοὺς, εἰ μὴ θεῶν προνοίᾳ
περιεσώθημεν, οὕτω διέθηκεν ἄν. Ἀλλ’ αὐτοί τε
διεκώλυσαν, καὶ ἡμῖν αὑτοψεὶ τὴν σωτηρίαν προμεο
μηνύκασιν. Ἐφ’ οἷς ἓγὼ καὶ τεθαρρηκὼς τὸν Χριστιανισμὸν ἐξομοσάμενος, πρὸς τὸ
έκλινα σέϐας, εὖ είδὼς,ὠςὸ τῶν Ἑλλήνων καὶ Ῥωμαίων ἀρχαιότατος βίος, καλοῖς ἔθεσι καὶ νόμοις
χρησάμενος, θεοὺς προσαγορεύει, τοὺς τὸ πιστὸν ἀπὸ τῆς τῶν πραγμάτων ἔχοντας ἀληθείας.
Κς’. Τίς γὰρ τήν γνώμην ἀμφίϐολος, ἣλιονΒ
βλέπων οὐρανῷ διιππεόοντα, ἐπίσης δὲ καὶ σε-
λήνην ἐφ’ ἅρματος χρυσαντ·5γου; ‘0 μὲν γαρ τὴν
ἡμέραν φαεινὴν ἀπεργάζεται, καὶ τοὺς ἀνθρώπους
εἰς ἔργα διανιστᾷ, ἡ δὲ τὴν νόκτα λαμπαδουχεῖ,
ἀγρυπνοῦσί τε καὶ ὁδοποροῦσι πολ-5 τι παρ’ ἐαυ-
τοϊς παρέσχει τὸ χρήσιμον. Ταῦτα ’Έλληνες καὶ
Ῥωμαῖοι θειάζουσί τε καὶ σέϐουσι, καὶ αὐτῷ ἀνήρ-
τησαν τὰς ἐλπίδας, τὸν μὲν ’“Ηλιον, Ἃπόλλωνα προσ-
αγορεύσαντες, τὴν Σελήνην δὲ υΛρτεμιν, καὶτοὺς
-μεγίστους τῶν ἀστέρων, οὕς καὶ πλάνητας ἀποκα-
λοῦσι τοὺς τὰς ἒπτά ζώνας τὰς οὐρανίους ἐπέχον-
τας, ὅν μὶν Κρόνον, ὅν δὲ Δία, ὅν δὲ Ἑρμῆν, ὅν δὲ
Ἄρεα, ὅν δέ Ἀφροδίτην ἐαονομάζουσιν. Οὗτοι γὰρ
τόν τε κόσμον ἅπαντα διοικοῦσι, καὶ ταῖς αὐτῶν
δυνάμεσιν ἡ ὑπ’ οὐρανὸν ἅπασα διεξάγεται. Τούτων
τοίνυν εἰκόνας στήσαντες σέϐουσιν ἄνθρωποι καὶ
τιμῶσιν, ἅμα καὶ μύθους τινὰς πρὸς ἡδονὴν ἀναπλά-
σαντες, οὐχ ὡς θεοὺς δε τιμῶσι καὶ τὰς εἱκόνας
αὐτῶν, ἄπαγε, τοῦτο γὰρ τδ ἁπλούστερον καὶ
ἀγροικικὸν τῶν ἀνθρώπων ὑπολαμϐάνει, ἐπείπερ οἳ
σοφίας ἐπιθυμηταὶ, καὶ τὰ τῶν θεῶν ἀκριϐῶς ἒξε-
τάζοντες’ οἴδασι τίνι τήν τιμὴν ἀπονέμουσι, καὶ
πρὸς τίνα τῶν θείων ἀγαλμάτων προσκύνησις δια-
ϐαίνει.
KZ'. Ηαραινῶ τοίνυν τῇ σῇ γενναιότητι μεθ’ ἡμῶν
τε εἶναι, καὶ κατᾶ τὸ ἡμῖν ἀρέσκον βιοῦν, τήν τε
θρησκείαν Ἑλληνίζειν ὅρθὼς καὶ τῶν ἀρχαίων ἐθῶν
καὶ πραγμάτων ἀντέχεσθαι. Ὁ γὰρ Κωνστάντῖνος
ὥσπερ οὐδὲ αυτὸς ἀγνοεῖς, εὖεξαπάτητος ἀνδρῶν
ἀμαθής τε καὶ ἀνόητος ὢν, περὶ τὴν θρησκείαν
ἐνεωτέρισε, καὶ τοὺς Ἑλλήνιον ἀθετήσας θεοὺς ἐπὶ
τὸν Χριστιανισμὸν ἐξέκλινε, τὰς ἀνοσίους αὐτοῦ
πράξεις έπαισχυνόμενος, καὶ ὅτι o't θεοὶ αὐτὸν, τῆς
ἱερᾶς αὐτῶν καὶ παναγεστάτης θρησκείας ὡς ἐξά..
γιστον καὶ πονηρὸν, πόῤῥω που καὶ μακρὰν ἀπώ-
σαντο, ἅτε καὶ ὁμογνίου αἶ’ματος γενόμενον αἴτιον·
τούς τε γὰρ ἀδελφοὺς ἀπέκτεινεν, οὐδὲν ἄτοπον εἷρ-
γασμένους, καὶ τὴν γυναῖκα Φαόσταν, καὶ τὸν αὐτοῦ
uia.- Πρίσκον, χρηστδν τε καὶ ἀγαθὸν ἄνδρα τ⁰“ίχά“
νονται Διὰ τοῦτο, θαυμασιώτατε ἀνδρῶν, ὁρῶν σου
τῆς διανόίας τὸ ὀμϐριθές τε καὶ στάσιμον, βούλομαί
σε τῆς ἡμετέρας ἑταιρίας καὶ μερίδος γενέσθαι.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.