PG 115, col. 1249

ΤΟΥ ΑΓΙΟΥ
ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΡΕΘΑ
ΚΑΙ ΤΩΝ zrx ΑΙἼᾨ ΔΘΑΗΣΔΝΤΩΝ
ΑΓΙΩΝ
ΚΑΙ ΙΣΤΟΡΙΑ ΤΩΝ ΚΑΤΑ ΧΩΡΑΣ ΤΟΤΕ ΠΡΑΧΘΕΝΤΩΝ.
MAHTYRIUM
SANCTI
ET MAGNI MARTYBIS ARETH/E.
ET EORUM QUI CUM ΕΟ DECERTABUNT
SANCTORUM MARTYBUM
ET HISTORIA EORUM QUIE TUNC FACTA SUNT ΙΝ REGIONE HOMERITIDE
VEL SABZEA
(Latine ap. Surium ad diem 24 Octobris; Grece ex cod. ms. Paris. u. 1483.)
Α’. Ἔτος μὶν ἢδη πὲμπτον ἐνειστήκει τῷ εὐσεϐεῖ
Ἰουστίνῳ, τῆς Ῥωμαίων ἀρχῆς τῶν σκήπτρων
ἐπειλημμένῳ, ἡνίκα καῖ Αἰθιόπων Ἐλεσϐαδιν ἦρχεν,
ἀνὴρ ἐπ’ εὐσεϐείᾳ καὶ δικαιοσύνῃ πλείστου παρὰ
πᾶσιν ¹ἦξιωριένος ὀνόματος, ἐν Αὐξούμῃ πόλει τὰ
βασίλεια κατεσκευακὼς. Ἐκράτει δὲ καὶ τῆς
Εὐδαίμονος Ἀραϐίας, τῆς πάλαι μὲν Σαϐἄ, νυνὶ
δὲ Ὀμηρίτιδος καλουμένης, Δουναάν τις Ἐϐραῖος
ἀνὴρ δυσσεϐὴς καὶ τῷ τῶν Χριστιανῶν γένει δια-
φερόντως πολέμιος. Ὀς καί τοὺς ὑπὸ χεῖρα πάντας
ἐκπεριτόμους εἶχεν, οὕς μὲν ἰουδαΐζοντας, οῧς δὲ
καὶ ἀκριϐῶς ἓλληνὶζοντας, θύοντας ἡλίῳ καὶ σε-
λήνῃ καὶ δαίμοσιν, οὓς ἂρα καὶ κατὰ τὸν ἐπιχώριον
τρόπον ἀγάλμασι καὶ στήλαις ἐτίμων. Ἀπηχθάνετο
δὲ καὶ τῷ Ἐλεσϐαὰν ὁ Ἐϐραῖος, ὅτι δὴ πάντων
σχεδὸν τῶν ὑπ’ οὐρανὸν τὸν Χριστὸν κηρυττόντων
Θεὸν καὶ Θεοῦ Υἱὸν ἀληθῆ, καὶ ἡμῖν ὅμοιον κατά
τὴν σάρκα γενόμενον, αὐτὸς ἀθετῶν ἀπηρνεῖτο καὶ
τὸν Υὶὸν καὶ τήν σάρκωσιν, συσκιάζων τὸ ἐπὶ τῷ
σταυρῷ τῶν πατέρων ἀνόμημα, ὡς καὶ πολλᾶκις
αὐτῷ συμϐαλὸντα τὸν εὐσεϐῆ βασιλέα, τρέψασθαί
τε αὐτὸν· ἀνὰ κράτος, καὶ φόρους ἀναγκάσαι τελεῖν.
Εἶθ’ οὕτως ἐκεῖνον μὲν τάς συνθήκας ἠθετηκότα,
κατεξαναστῆναι τοῦ βασιλέως Ἐλεσὸαάν. Τὸν δὶ

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.