PG 115, col. 1252

Β¹. Ἐν τούτοις τὸν Ἑϐραῖον οὐκ ἦν ἠρεμεῖν· ἀλλ’
ὥσπερ τὴν ἧτταν ἀνακαλούμενον, συλλεξάμενον τοὺς
οἰκείους, καὶ τοῖς τὴν φυλακὴν ἔχουσιν ἐπιθέμενον,
πολέμῳ τε ἅπαντας διαφθεῖραι, καὶ κελεῦσαι τους
εὑρισκομένους Θεὸν τὸν Χριστὸν ὁμολογοῦντας παρὰ
πᾶν ἕλεος διαφθείρεσθαι. Ἢν οὗν οὐδεὶς τῶν ὑπ’
αύτῷ τελούντων Χριστιανῶν, ὃς οὐχ ὑπέκυπτε τῷ
δυσσεϐεῖ τούτῳ προστάγματι, τῆς ψυχῆς ἐκείνης
τρέμων τὴν ἀγριότητα. Πόλις γέ τις πολυάνθρωπος
ὑπὸ τὸν Ὁμηρίτην κειμένη καλουμένη Ναγράν, συ-
χνὸν ἤδη χρόνον εἷς ἐπίγνωσιν ἐλθοῦσα τῆς ἀλη-
θείας, καὶ τήν εὐσέϐειαν ἐπανελομένη, ἐξ ὅτου
Κωνστάντιος ὁ τοῦ μεγάλου
Κωνσταντίνου υἱὸς
πρὸς Σαϐαίους τοὺς νῦν Ὀμηρῖτας, τοὺς ἐκ τῆς
Χετούρας τῷ Ἀϐραὰμ γενομένους πρεσοείαν ἐστεί-
λατο, καί δώροις οἶκειωσάμενος τὸν τοῦ ἔθνους βασι-
λέα, ἐκκλησίας τε ἐδείματο, καί τινα θεόφιλον ἄνδρα
πρὸς τὸν μοναδικὸν ἀποκλίναντα βίον, καὶ μέγαν
ἐν ἠθικαῖς τε καὶ πρακτικαῖς ἀρεταῖς, καί ὑπὲρ
τοὺς τότε πάντας γενόμενον, εἷς προστασίαν τῶν τῇ
εὐσεϐείᾳ συντιθεμένων ἐξέπεμπεν. "Ore καὶ τῶν
Ἰουδαίων ἀνθισταμένων καὶ ἀναπειθόντων τὺν
βάρϐαρον, μὴ προχείρως οὕτω ξένον εἰς τήν πολι-
τείαν εἰσδέξασθαι, μηδὲ περὶ τὰ θεῖα νεωτερίζειν,
εί μή τι πρότερον σημεῖον ὁ θεόφιλος ἐπιδείξαιτο,
οἷα δὴ πολλά τούτοις ὡς ἀπίστοις ἀπαιτεῖν ἔθος,
καὶ τότε παραχωρῆσαι αὐτῷ τῆς εἷς τήν πόλιν
εἶ’σόδου, ἐκεῖνον ταῖς θείαις ἐπαγγελίαις θαῤῥήσαντα,
ὅτι σημεῖα τοῖς πιστεύσασι παρακολουθήσει, ἐπι-
νεῦσαί τε ἀνεππδοιάστως, καὶ πολλὴν τῶν ἀπαι-
τουμένων θαυμάτων ἐπιδείξασθαι τὴν ἐνεργειαν.
Ἐξ ἐκείνων ἤδη τῶν χρόνων ἡπόλις καθαρῶς λα-
τρεύουσα τῷ Θεῷ, καὶ τοῖς ὀρθοδόξοις τῶν θείων
Πατέρων στοιχοῦσα δόγμασι, διετέλει πᾶν δ τι
πονηρὸν ἀπωθουμένη, καὶ θρησκείαν ἀλλόκοτον ἄχρι
γοῦν καί ἀκοῆς ἀποφεύγουσα.
Γ”. Φθονήσας τοίνυν ὁ πονηρὸς, καὶ ὅλον ὑπεισ-
δὺς τὸν Ἑϐραῖον, ὁπλίζει κατὰ τῆς πόλεως, καὶ
αὐτὸς τοῦτο μὶν προσδοκήσας λυπεῖν τὸν τῶν Αἰθιό-
πων εύσεϐἦ βασιλέα τοῦτο δῖε καὶ τήν κατά Χρι-
στοῦ μανίαν ἀποπλῆσαι σκοπῶν, καὶ τὸ Χριστιανῶν
γένος εἷς ἅπαν ἐκτρίψαι, βαρὸν ἐπαγόμενος στρατὸν
ἀφικνεῖται, καὶ στρατοπεδευσάμενος παρᾶ τὸ περί-
ϐολον, καὶ χάρακα βαλῶν, καὶ περιταφρεύσας, ἐπο-
λιόρκει Νεγράν ἑλεῖν τε αὐτὴν ἀπειλῶν, καὶ τοὺς
ἐν αὐτῇ πάντας ἀνελεῖν, εί μή τὸν ἔξω τειχῶν ἀνε-
στηλωμένον ἐν μετεώρῳ τοῦ Κυρίου σταυρὸν, ὅν
ἀρᾶς (οἴμοι) σημεῖον ὁ ἀνόητος ἀπεκάλει, ἐξουδεο
νώσαντες, εἶτα τὸν ἐν αὐτῷ κρεμασθέντα Χριστὸν
ἀρνήσαιντο· δεινῶς τοῦτο καὶ πανούργως ἐπινοήσας
ὁ ἀλιτήριος, τίνα τῆς ἐκεῖθεν ἀσφαλείας γυμνώσας,
εἶθ’ οὕτω τῆς ἰσχυρᾶς ταύτης βοηθείας ἐρήμοις
οὖσιν ἐπίθοιτο. Τινὲς οὖν τῶν τοῦ μιαροῦ τούτου
βασιλέως ὑπασπιστῶν, περιθέοντες κύκλῳ τήν πόλιν,
τὰ αὐτὰ ταῦτα ἐϐόωνο καὶ πειθομένους μὶν, δωρεῶν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.