PG 115, col. 1269

λέα προσήκει τοιοῦτον ἀληθῆ καὶ χρηστὸν εἶναι,
ὡς ἀπὸ μὲν τῶν λόγων εὔνοιαν ἐπισπᾶσθαι παρά
τῶν ὑπὸ χεῖρα, ἀπὸ δὲ τοῦ τέλους αὐτῶν καὶ τῆς
τῶν πραγμάτων ἐγϐάσεως ἀληθείας πίστιν καὶ δό-
ξαν θειότητος ἀποφέρεσθαι, ὁποίους κατεῖδον ἐγὼ
ἐν Ἰνδίᾳ τε καὶ Αἰθιοπίᾳ καὶ τῷ Ὀμηρίτῃ· οὓς
καὶ ἀληθεύοντας ἀκριϐῶς, καί περὶ τοὺς ὑπὸ χεῖρα
χρηστευομένους, οὐκ ἐπιορκοῦντας, ὡς σὺ, βασιλεῦ,
ἀλλὰ καὶ τὰς πρὸς ἑτέρους πίστεις ἐμπεδοῦντας,
ἴσα Θεῷ τὸ πλῆθος ἐτίμα. Καὶ σὲ μὲν 6 Θεὸς. ὃς
μάρτυς ἐστὶ τῶν πραττομένων, μισήσας τῆς πονη-
ρίας ἀσεϐῆ τὰ πρὸς αὐτὸν ὀφθέντα καὶ ἄπιστον, πα-
ραλύσει τῆς ἀρχῆς ὅσον οὔπω ἀνδρὶ παραδοὺς αὐτὴν
πιστῷ τε καὶ ἀγαθῷ, κρατυνεῖ δὲ τὸ τῶν Χριστια-
νῶν φύλον, καὶ ὑψώσει, καὶ μεγαλυνεῖ τήν ἑαυτοῦ
Ἐκκλησίαν, ἤν πυρὶ καταναλώσας, ἠδάφισας. Ἐγὼ
δὲ μακάριός εἶμι, ἅτε μὴ μόνον ἐν τῷ βίῳ τούτῳ
εῦδοκιμήσας, ἀλλ’ ὅτι καὶ ἐν γήρει πίονι (πέμπτον
γαρ ἤδη καὶ ἐνενηκοστὸν χρόνον ἀνύω) ἰδὼν υἱοὺς
υἱῶν τε καὶ υἱωνῶν, μαρτυρικὸν ὑπέρχομαι τέλος,
καὶ πόλιν οὕτω μεγάλην καὶ πολυάνθρωπον, καὶ
ἔθνος ὁλόκληρον, προσάγω Θεῷ, οἳ καὶ δι’ αἰῶνος
τὴν ἐμὴν μνήμην ἂληστον ἕξουσι, τὸ πᾶν ἐκείνῳ τῆς
εὐχαριστίας ἀνατιθέντες.
ΙΘ’. Καὶ στραφεὶς πρὸς τὸ πλῆθος καὶ τοὺς συμ-
μάρτυρας (ἦν γὰρ οὐ μόνον ἰδεῖν ἥδιστος, ἀλλά
καὶ πλήθεσιν ὁμιλεῖν χαριέστατος), ἔλεξεν οὕτως’
’Ἄνδρες συμπολῖται καὶ φίλοι καὶ συγγενεῖς, καὶ
ὅσοι κατά συνήθειαν καὶ πραγμάτων κοινωνίαν ἡμῖν
προσήκοντες, ὅσα μὲν συνέπεσε τῇ πανρίδι καὶ ἡμῖν
τοῖς πολίταις, διασκοπήσασι πρότερόν, μηδὲ ἐρευ-
νησαμένοις τὸ γενησόμενον, ἀλλ’ ἀνδρὶ πεισθεῖσι
ψευδεῖ, καὶ δι’ ἀπάτης ἑλεῖν σπουδάζοντι, αὐτῇ πείρᾳ
ἔγνωμεν, τοῖς ἔξωθεν συμμετέχοντες τῶν ἀνιαρῶν,
Οσα δὲ κατά Θεοῦ κινήσας τὴν γλῶτταν 6 ὑπερ-
ήφανος οὗτος ἐφθέγξατο, αὐτοῖς ὠσὶν ἀκηκόατε. ’Ότι
δὲ καὶ πρὸς ἄρνησιν ἐκκαλεῖται Χριστοῦ τοῦ Θεοῦ,
μαρτυρεῖ μὲν καὶ 6 τῶν προλαϐόντων πολύς τε καὶ
παντοδαπὸς φόνος· μαρτυρεῖ δὲ καί ταῦτα δὴ τὰ
δεσμὰ, ἅ καὶ ὑπὲρ εὐσεϐείας αὐτῆς περικείμεθα.
Καὶ ἦν μὶν συνετὸν μή δειλοὺς ἡμᾶς ὀφθῆναι καὶ
φιλοψύχους, μηδὲ δεινῷ τοιούτῳ καὶ κακοήθει πει-
σθῆναι, ὅρκοις τῷ τῶν πονηρῶν προχειροτάτῳ τε·
ἀλλά D
χνάσματι πιστεύσαντας καὶ θαρρήσαντας,
πόλεμον ἄρασθαι κατ’ αὐτοῦ, καὶ συνεφαπτομένου
τῆς μάχης ἡμῖν τοῦ Θεοῦ τὸν ἀνόσιον τοῦτον καὶ
ἀσεϐῆ τιμωσήσασθαι. Ἐπεὶ δὲ εἷς τοῦτο ἀνάγκης
ἢγγισε τά ἡμέτέρα, ὡς ἤ πειθομένους τῷ τυράννῳ
καὶ ἀσεϐοῦντας, βίον ἄθλιον διαζῇν, ἤ ἀπειθοῦντας
καὶ εὖσεϐοῦντας μακαρίου τέλους ἐπιτυχεῖν· σπου-
δάσωμεν τὴν ἀθάνατον διὰ μαρτυρίου κτήσασθαι
εὔκλειαν. Καὶ μή μέ τις οἰέσθω ὡς γέροντα ἣδή καὶ
ἡμερῶν πλήρη γενόμενον τέλους ἐπιθυμεῖν, καὶ
παρά τοῦτο καὶ τοῖς ἄλλοις ἐπισπεύδειν τήν τελευ-
τήν· ἄλλά λογιζέσθω ἡμῶν ἕκαστος ὅτι κοινὸν τοῦ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.