PG 115, col. 1272

ερον ἤ εὐσεϐὲσιν ἀνθρώποις μακαριώτερονς Ἐγὼ
Ξιρ εἰ οἷόν τε ἦν διὰ Χριστὸν πολλάκις ἀποθανεῖν
υνεϐούλευσα ἄν, καὶ ἦν οὕτω καὶ ἡ δόξα μείζων,
αὶ τὸ κέρδος κατᾶ πολὺ δαψιλέστερον· ἐπεὶ δὲ
οὖτο παρᾶ τῆς φύσεως οὐκ ἔστι λαϐεῖν, ὃ καὶ
,μῶν οὗ βουλομένων, ἀφ’ ἑαυτῆς ἐκείνη ποιεῖ, φθα-
σαντες αὐτὸ, προαρπᾶσωμεν μετὰ δόξης καὶ ὥσπερ
ἳδιον θέμενοι, σοφισώμεθα τὴν ἀνάγκην. Μηδεὶς
ἡμῶν οὕτως ὀφθήτω φιλόψυχος, ἀδελφοὶ, μηδεὶς
ἀγεννὴς, μηδεὶς ἄτολμος, ὡς μικρᾶς καὶ ταλαιπώρου
ζωῆς ὅλους αἰῶνας καὶ μηδέποτε λυομένην προ-
ἐσθαι μακαριότητα. Μή πού τις καὶ παρ’ ἡμῶν δοθείη
τῷ κοινῷ πάντων πολεμίῳ μερὶς, καὶ τὸν ἕνα κλέ-
ψας, ὡς πάντας λαϐὼν ὁ σκολιὸς ἐγκαυχήσηται.
Ἀλλ’ 6' γε τοιοῦτος πόρρω τοῦ μαρτυρικοῦ τούτου
γενέσθω χοροῦ, μηδέ συμμετεχέτω ψευδῶς τοῦ ὀνό-
ματος. Ὠς ε“ί τίς σε, Χριστὶ καὶ Λόγε Θεοῦ, πόθῳ
τῆς ἐνταῦθα ζωῆς ἂπαρνήσαιτο, καὶ ταύτης ἐοιπέ-
σοι, καὶ ζῶντα τοῦτον ἡ γῆ στόμα διανοίξασα κατα-
πίοι. Καὶ ε⁹ί τις δέ τῆς ἐμῆς συγγενείας ἢ ἑταιρίας
ἐπιθυμίᾳ τῶν παρόντων ἡδέων, σὲ τὸν Κτίστην ἀπο-
λιπὼν, ὀπίσω τοῦ φθαρτοῦ τούτου καὶ δυσσεϐοῦς
βασιλέως ἀκολουθήσοι, γένοιτο αὐτῷ. Χριστὶ βασιλεῦ,
καὶ τῶν ἐνταῦθα τερπνῶν μή ἁπόνασθαι, καὶ τοῖς
ἐκεῖθεν ἐκδοθῆναι κολαστηρίο ις.
K'. Ταῦτα ἔφη, καὶ τὸ πλῆθος εὐθὺς ἅπαν, θάῤ-
ῥει, ἐπὶ Bappoi’c" τοῖς δάκρυσιν ἀνεϐόησαν. Οὐκ ἕντι
γὰρ ’ὀστις ἄπολειφθήσεταί σου· ἐπεὶ καὶ τῷ περὶ
σὲ πόθῳ πάντες, ὡς ὁρᾷς, ἐπειγόμεθα, εἰ οἷόν τε,
καὶ προθανεῖν σου, καὶ τὸ μακάριον τοῦτο καὶ πο-
θεινὸν προαρπάσαι τέλος. '0 δὲ πρὸς ταῦτα. Ἐγὼ,
πᾶσιν ἔφη, ἐγὼ πάντων ὑμῶν ἂφηγήσομαι, καὶ
ὀδηγὸς ἀπλανὴς, ὑμῖν ἐν Θεῷ φαοήσομαι. Ὠς ἐμοὶ
τῶν πρωτείων ἐν πᾶσι παρεχωρεῖτε, οὕτω μοι καὶ
πρώτῳ Χριστῷ παραστῆναι παραχωρήσατε. Πλὴν
ἀλλὰ καί ταύτην τελευταίαν ὑμῖν ἐντολὴν ἐπιδίδωμι.
Εῗ τις τῶν ἐμῶν τέκνων, ἤ τῶν κατὰ γένος μοι προσ-
ηκόντων ὑπολειφθείη τῇ καθαρᾷ ταύτῃ τῶν Χρι-
στιανῶν ἐμμένων λατρεία. τῆς ἐμῆς ἔστωσαν κλη·
ρονόμοι περιουσίας. Καὶ τρία δὲ τῶν περιόντων μοι
καλλίστων κτημάτων τῇ οἰκοδομηθῆναι μελλούσῃ
καθολικῇ Ἐκκλησία κληρωθῆναι βούλομαι, ἅ καὶ
ἤδη ἅφιερῶ. Ταῦτα εἰπὼν καὶ τὸν λαὸν εὐλογήσας,
καὶ, Δόξα σοι, Κύριε, πάντων ἕνεκεν, ἐπειπὼν, ἐπι-
στραφεὶς λέγει τῷ βασιλεῖ. Ἐπαινῶ σε μακροθυμή-
σαντα, βασιλεῦ, καὶ μή συγχέαντά μοι τοὺς λόγους
ἤ διακόψαντα κατά τὸ πάλαι τοῖς βασιλεῦσι νενοι
μισμὲνον. Καὶ τοίνυν ἐπεὶ τὸν ἡμέτερον ἔγνως σκο-
πὸν, ὡς ἄδύνατόν ἐστι τῆς Χρισέοὖ λατρείας ἄφε-
μὲνους ἡμᾶς συνθέσθαι σοι, τὸ παριστάμενον ποίει,
μὴ τρίϐων ἐπὶ πολὺ τὸν καιρόν.
ΚΔ’. Εἰδὼς οὖν ὁ βασιλεὺς ὡς τήν γνώμην ἔχου-
σιν ἀμετάτρεπτον, καὶ ὡς οὐκ ἄν ποτε δύναιτο
μεταπείθειν αὑτοὺς, καὶ τὴν μεταϐολὴν παντάπασιν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.