PG 118, col. 329

τουτέστιν ἒν τῷ διδομένῳ χαρίσματι. "ll, ὅτι Οὐ τῇ
ἐμῇ σπουδῇ ὑπῆρξέ μοι τὸ λατρεύειν Θεῷ, ἀλλὰ τῇ
τοῦ Ιινεὺματος χάριτι. 'H, ὅτι Οὐ σαρκική μού ἐστιν
ἡ λατρεία, ἀλλὰ πνευματική. Ἐκ τούτου δείκνυσι
κατὰ τὸ ἀναγκαῖον μεριμνῶν ὑπὲρ αὐτῶν, ὡς τὸν
λόγον δεξαμένων, καὶ δέχεσθαι μελλόντων. ‹‹ Ἐν τῷ
Εὖαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ. ι) Ὁρᾷς ὅτι ἂνω εἰπὼν,
εἷς Εὗαγγέλιον Θεοῦ, τοῦ Χριστοῦ ἔλεγενς « Ὠς
ἀδιαλείπτως, » καὶ τὰ ἑξῆς. Ἀγάπης εἰλικρινοῦς
τὸ καὶ μεμνῆσθαι, καὶ ἀδιαλείπτως τοῦτο ποιεῖν,
καὶ μάλιστα ἐν προσευχαῖς, «ι Δεόμενος εἲ πως, ι) Καὶ
γὰρ ἐλθεῖν ἠπείγετο, καὶ παρὰ τὸ θέλημα τοῦ Θεοῦ
τοῦτο πρᾶξαι οὐκ ἐϐούλετο. Τὸ δὲ, ἤδη ποτὶ, ἆντῖ
τοῦ, ὀψέ ποτε. Ὅπερ ἐστὶ σφόδρα ἐπειγομένου.
ι Εὖωδωθήσομαι. » Εὐκολίαν, φησὶ, σχοίην, καὶ ἐπὶ
καλῷ τὴν πρὸς ὑμᾶς ὁδόν.
optantis est. cc Prosperum mihi contingat iter. » Facilitatem, inquit, habeam, et ad finem honestum
iter ad vos.
Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ’ίνα τι μεταδω χάρι-
σμα ὑμῖν πνευματικὸν, εἰς τὸ στηριχθῆναι ὑμᾶς·
τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ
τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ.
Οὐχ ἁπλῶς δὲ, tenui, καὶ ἀνονήτως ἰδεῖν ὑμᾶς σπου-
δάζω, ἀλλ’ ὥστε χάρισμα μεταδοῦναι. Λέγει δὲ τὴν
διδαχὴν καὶ τήν κατήχησιν. Τοῦτο γὰρ τὸ στηριχθῆ-
ναι, ὡς εἰκὸς, ακμήν σαλευομένων αὐτῶν. Τὸ δὲ ‹‹ ἳνα
τι, η μετριάζοντὸς ἐστιν, ὡσεὶ εἶπεν, Ἵνα μικρόν τι.
Τὸ δὲ (ι διεταδῶ ι» δηλοῖ, ’ὁτι Οὐκ ἐμόν τι δώσω, ἀλλ,
’ὅπερ καὶ ἐγὼ ἔλαϐον, ‹‹ Εἰς τὸ στήριχοῆναι ὑμᾶς.
Οὔ γαρ μικρον χάρισμα, τὸ μὴ σαλεύεσθαι τῇ πί-
στει. ι( Συμπαρακληθῆναι. » Ἐπειδὴ στηριγμοῦ
ipsi-1,331,, ἳνα μὴ λυπήσῃ αὐτοὺς ὡς ὅτι σαλεύονται,
ixi-{ai τόσ ο Συμπαρακληθῆναι, ›› τουτέστιν ἳνα καὶ
ἐγὼ ὑμᾶς, καὶ ὑμεῖς ἐμὲ παρακαλέσητε. Τῆς γὰρ
ἀλλήλων, φησὶ, δεόμεθα παρακλήσεως, διὰ τῆς ἐνοῦ-
σης ἡμῖν πίστεως. Σφόδρα δὲ μετριάζει. Ἕνι δὲ καὶ
οῦτως νοῆσαι τήν παράκλησιν, Ἵνα, φησὶν, ὑμεῖς μὲν
παρ’ ἐμοῦ εἷς τὴν πίστιν παρακληθῆτε, ἐγὼ δὲ εἷς
εὐφροσύνην, ὁρῶν ὑμᾶς πεπιστευκότας. ἸΙ οὕτως’ Τὸ
μεταδοῦναι ὑμῖν χάρισμα, οὐκ ἔστιν ἐμὸν μόνον ἢ τῆς
ἐμῆς προαιρέσεως καὶ διακονίας, ἀλλὶ κοινὸν ἐμοῦ τε
καὶ ὑμῶν Τῆς διακονίας μὲν τῆς ἐμῆς, τῆς δὲ ὑπουρ-
γίας τῆς ὑμετέρας. Καὶ οὐδὲ τότε ἁπλῶς, ἀλλὰ διὰ τῆς
ὲν ἀλλήλοις πίστεως. Πῶς καὶ τίνα τρόπον ; Ἐὰν αὑτοὶ
ἔχητε, φησὶ, πίστιν τοῦ λαϐεῖν τὸ χάρισμα, ἐγώ τε
πάλιν πίστιν τοῦ δοῦναι ὑμῖν. Ἐὰν γὰρ ἐγὼ μὲν
πίστιν ἔχω τοῦ δοῦναι, καὶ πολὺν ἀγῶνα καί σπου-
δῆν, ὑμεῖς δὲ οὑκ ἔχητε πίστιν τοῦ λαϐεῖν, οὐδ’ ἐπι-
θυμίαν καὶ ἐπιμέλειαν περὶ τὸ λαϐεῖν, οὑ παραγίνε-
ται ὑμῖν, κόἷν ἐγὼ βούλωμαι, τὸ χάρισμα τὸ πνευμα-
τικόν. Δεῖ οὑν ἀμφότερα συνδραμεῖν, καὶ τὸ ἐξ ἐμοῦ,
καὶ τὸ ἐξ ὑμῶν. Τότε γὰρ αὐτοὶ πίστιν ἕξετε τοῦ
λαϐεῖν καὶ ἐπιθυμίαν, ὅτε ἅξίους ἑαυτοὺς παρα-
σκευᾶσετε τῆς δωρεᾶς δι’ ἔργων ἀγαθῶν. Λαμϐαο
νόντων ὂὶ ὑμῶν τὸ χάρισμα, δῆλον ὃτι παρακαλοὺ-
paea καί εὐφραινόμεθα ἰν ἀλλήλοις· κοινὸν γὰρ τὸ
ΡΑτειοε.. Gn. CXVIII.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.