PG 118, col. 340
Ἀποκαλῦπτεται γὰρ ὁργή Θεοῦ ἀπ’ οὐρανοῦ
ἐπὶ πᾶσαν ἀσέϐειαν καὶ ἀδικίαν ἀνθρώπιον τῶν
τήν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. Διότι τὸ
γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁγὰρ
Θεὸς αὐτοῖς ἐφανέρώσε.
ιι Ἀποκαλύπεται. ›› Ἐν τῇς κρίσεως ἡμέρα.
Πᾶσαν ἀσέϐειαν καὶ ἀδικίαν . ›› Ἥ μὲν γὰρ δι-
καιοσύνη μόνοειδής, ποικίλη δὲ ἡ περὶ τὰ δόγματα
ἀσέϐεια, καὶ ἡ περὶ τήν πολιτείαν κακία. ι( Ἀλή-
Θειαν ἐν ἀδικίᾳ κατεχόντων. ›› Ἀλήθεια μὲν, ἡ τοσ
Θεοῦ γνῶσις, ἀδικία δὲ, ἡ τῶν εἰδώλων ἀπάτη.
Ἐκεῖνοι οὖν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατέχουσιν ,
ὅσοι τὸ σέϐας τοῦ Θεοῦ περιάπτουσιν εἰδώλοις. Τὸ
δέ, Κατεχόντων, οἷον φυλαττόντων, ἢ καλυπτόντων,
γνώμης πονηρίᾳ ἐπισκοτιζόντιιν. Ῥᾷον γάρ, εἶ’περ
ἐϐούλοντο, ἀπὸ τῶν ὁρωμένων, καὶ ἑαυτοὺς καὶ ἕτέ-
ρους ὠφελῆσαι εἰς θεογνωσίαν. Οἱ δὲ μᾶλλον δι’
αὐτῶν τούτων συνεκάλυψαν καὶ κατέσχον, μὴ δια-
λάμψαι τήν θεογνωσίανο αὐτά ταῦτα θεοποιήσαντες,
καὶ ἀδικήσαντες, ὅσον ἐπ’ αὐτοῖς, τήν τε τῆς θεο-
γνωσίας ἀγήθιιαν καὶ ἑαυτοὺς, καὶ αὐτά γε δὴ, ἅπερ
τιμᾷν ἔδοξαν. Δῆλον δὲ ὅτι τοὺς τῶν Ἑλλήνων σο-
φοὺς ἐπιπλήττει, καὶ τοὺς ὁμοίους ἐγείνοις. ιι Διότι
τὸ γνωστὸν τοῦ Θεοῦ. ›› Ἡ γὰρ γνῶσις τοῦ Θεοῦ
φανερὰ, φησὶ, ἐν αὐτοῖς καὶ πᾶσι. Διὰ γὰρ τῆς ὁρω-
μὲνης κτίσεως, ὁάόρατος Θεὸς γινώσκεται, Τοιγαρ-
οῦν oi. τοιοῦτοι ἑκόντες ἀποπλανῶνται. ‹‹ Τὸ γνω-
στὸν, ›› ὅπερ δυνατόν εστι γνωσθῆναι. Ὅτι ποιητὴς,
ὅτι προνοητής, καὶ τὰ ὃμοια. ιι Φανερόν ἐστιν ἐν
αὖτοῖς. υ Διά τοῦ κάλλους καὶ μεγεθους τῆς κτίσεως.
ι( Ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε. ›› Τῷ τήν κτίσιν
προτεῖναι πᾶσι διδάσκαλον τῆς ο’κείας μεγαλειότη-
τος, ι( O't οὐρανοὶ γὰρ, φησὶ, διηγοῦνται δόξαν Θεοῦ. υ
Τά γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου,
τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἤτε ἀίδιος
αὐτοῦ δύναμις καὶ θειότης* εἰς τὸ εἶναι αὐτοὺς
ἀναπολογήτους.
Ἐπειδὴ εἶπεν ὅτι τὴν ἱδίαν γνῶσιν ὁ Θεὸς αὐτοῖς
ἐφανέρωσεν , αὐτοὶ δὲ αὐτὸν ἑκόντες παρέδραμον,
νῦν τοῦτο ἀποδείκνυσι καί φησιν, ὅτι δι’ ὧν ἐποίησεν
ὁ Θεὸς. οἷον διά τε τῶν ἀοράτων, διά τε τῶν ὁρα-
τῶν, ἔδειξεν ἑαυτοῦ τὸ μεγαλεῖον. Ἡ κτίσις γὰρ
φωνὴν ἀφιεῖσα, διὰ τῆς ὄψεως τὸν Δημιουργὸν ἀνα-
κηρύσσει. ’Λόρατα δέ φησιν ἀγγέλους καὶ πᾶσαν τήν
ἐν οὐρανοῖς δύναμιν . Ποιήματα δὲ τὰ ὁρώμενα ,
οἶον οὐρανὸν, γῆν, θάλασσαν. Ὅρα οὗν τί φησι. Τὰ
ἀόρατα αὐτοῦ, φησὶ, διὰ τῶν ὁρατῶν γίνεται δῆλα.
Ὁ γάρ οὐρανὸν, φησὶν, ὁρῶν, ἐνθυμηθῆσεται πάντως
ὅτι καὶ ἐντὸς αὐτοῦ ἐστί τινα λειτουργικᾶ πνεύματα,
Ὥστε τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ σαφηνίζεται. Ἵνα
γάρ μή συναῖδίους Θεῷ νομίσῃς τοὺς ἀγγέλους, ὑπὸ
κτίσιν αὐτοὺς ἇῆει.
Τὰ ἀόρατα γὰρ, φησὶν, οἷον ἄγγελοι καὶ αἱ ἄλλαι
ἀτώματοι οὐσίαι. Ποῖα ταῦτα ; Τὰ ἀπὸ κτίσεως κό-