PG 118, col. 344

τιστο αὐτῶν ἡ γνῶσις. ’Ἠ ὅτι καὶ ἔγνωσαν τὸν Θεὸν,
καθ’ ὅσον ἐστὶν αὐτοῦ τοῖς ἀνθρώποις γνωστὸν. Τί
οὖν ἐστι τὸ γνωστὸν αύτοῦ; ’Ότι δημιουργικὸς, ὅτι
προνοητικὸς, δτι ἀγαθὸς, δτι Δεσπότης, καὶ ὅτι δεῖ
σέϐεσθαι αὐτόν. Ταῦτα γνόντες, καὶ μέχρι τούτου
προελθόντες καλῶς, ἐξετράπησαν τοῦ λοιποῦ. Τὰ.
γὰρ ὑψηλὰ ταῦτα περὶ Θεοῦ φαντασθέντες, ἐφεξῆς οὐχ
ὡς προσῆκον Θεῷ, οὐδ’ ὡς Θεὸν ὑπέλαϐον καὶ ἐδόξα-
σαν. Ἀνθ’ ὧν γὰρ ἔδει δοξάσαι καὶ εύγαριστῆσαι, ὅτι
τὸν ὁρώμενον κόσμον δι’ ἡμᾶς συνεστήσατο, ἐκ τοῦ
ἐναντίου καὶ ἠτίμασαν. Ἑπλανῆθησαν, φησὶ, καὶ
τοῦ παντὸς ἐξέπεσον. Ποῖον γὰρ ἧν εὐκολώτερον,
κύκλους καὶ ζώδια εἰδωλοποιῆσαι ἐν οὐρανῷ, ἢ τὸ
γνῶναι ὅτι ἔστι ταύτης τῆς ὁρωμένης καὶ utrep-
φυοῦς καλλονῆς Δημιουργὸς καὶ κηδεμὼν καὶ πηδα-
λιοῦχοςς α Ἐν τοῖς διαλογισμοῖς αὐτῶν. ›› Εἰπὼν
ὃτι ἑκόντες ἐτυφλώθησαν, λέγει καὶ τὴν αΐτίαν.
Ἠ δὲ ἐστι τὸ πάντα λογισμοῖς ἐπιτρέψαι καὶ οὐχὶ
πίστει.
Βουλόμενοι γὰρ ἐν σχήματι τὸν ἀσχημάτιστον,
καθ ἐν εἰκόσι σωματικαῖς τὸν ἀσώματον καταλα-
ϐεῖν, ἐπλανήθησαν, οὐ δυνηθέντων τῶν λογισμῶν
πρὸς τὸ πέρας ἐξικέσθαι. Οἷον, πόθεν δῆλον, δτι ού-
ρανὸν ἢ γῆν ἐποίησες Τίς δὲ πατὴρ Θεοῦ; ἢ τίς ἡ
uitia. ἐἴ ³ ’ · ” ’ ·“ ⁸ · ’
. ,ς υποστασεως, η aut!) ἡ υπόστασις, Νε-
mea: γὰρ ὁμοιωθέντες οἱ λογισμοὶ, ἐσκότισαν αὖ-
τῶν τήν καδίαν. ιι Ἀσύνετον ›› δὲ, φησὶ, διὰ τὸ μὴ
θελῆσαι πίστει τὸ πᾶν παραλαϐεῖν. ι( Φάσκοντες εἶ-
ναι σοφοί. ιι ἹΙ δὲ αἰτία τοῦ τὸ πᾶν τοῖς λογισμοῖς
ἐπιτρέψαι, τὸ οἳεσθαι σοφοὺς εἶναι καὶ ἑαυταῖς ἆρ-
κεῖν πρὸς πᾶσαν κατάληψιν· Διὸ καὶ ἐμωράνθησαν.
Τί γὰρ ἀνοητότερον, τοῦ λίθοις καὶ ξύλοις προσ-
κυνειν ;
Καὶ ἤλλαξαν τήν δόξαν τοῦ ἀφθάρτου Θεοῦ
ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πε-
τεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
Εἶχον οὖν τήν εἷ’δησιν τοῦ Θεοῦ, ἀλλᾶ ταύτην δόν-
τες, ἀντέλαὸον δόξαν καί σέϐας εἰδώλων. Δόξαν δὲ
Θεοῦ, τὸ δημιουργικὸν, τὸ προνοητικόν. Ταύτην τοι-
γαροῦν προσεκύρωσαν εἰδώλοις, ἐν ὁμοιώματι ἀνθρώ-
των καὶ πετεινῶν καὶ τῶν λοιπῶν. Καὶ οὒκ αἰσχύ-
νονται οἱ σοφοὶ τὰ τοῦ Θεοῦ ἲδια καί ἐξαίρετα ἑρπε-
τοῖς προσάψαντες, ι Φθαρτοῦ ἀνθρώπου. ›› Καὶ αὐτὸ
τὸ εἶναι τὸν ἄνθρωπον φθαρτὸν, ⁴ἤρκει αὐτῶν ἐλέγξαι
τὴν ἄνοιαν. Τὸ δὶ ἐν τοῖς ὁμοιώμασι τοῦ φθαρτοῦ
προσκυρῶσαι τὴν τοῦ Θεοῦ δόξαν, τῆς ἄγαν ἐστὶ
παραπληξίας .
Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπι-
θυμίαις τῶν καρδιῶν αὐτῶν εἷς ἀκαθαρσίαν, τοῦ
ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς· οἵτινες

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.