PG 12, col. 276

νουσι περὶ Θεοῦ, οὕτε εἰς ἃ δογματίζουσι περὶ φύ-
σεως, συμβάλλεται αὐτοῖς, ὡς οἴονται, ὁ λόγος ὁ
κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος. Ἡμεῖς δὲ πολλα-
χόθεν πειθόμενοι, καὶ πόνον καὶ κόλασιν τὰ προσα-
γόμενα ἀπὸ τοῦ Θεοῦ νομίζομεν γίνεσθαι, οὐδέποτε
κατὰ τῶν πασχόντων, ἀλλʼ ἀεὶ ὑπὲρ αὐτῶν. Καὶ τὰ
χαλεπώτατα γοῦν Θεῷ νομιζόμενα προσάπτεσθαι τῶν
ὀνομάτων, θυμὸς καὶ ὀργὴ, ἐλέγχειν καὶ παιδεύειν
λέγεται ἐν τῷ· « Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς
με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, » τοῦ ταῦτα
εὐχομένου, δεσμένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ
θυμοῦ Θεοῦ, καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐ-
τοῦ, ὡς τινῶν ἐλεγχθησομένων τῷ θυμῷ τοῦ Θεοῦ,
καὶ παιδευθησομένων τῇ ὀργῇ αὐτοῦ. Ἰνα δὲ μδἄλον
προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς Καινῆς Δια-
θήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν Σω-
τῆρος λέγοντος· « Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,
καὶ εἴθε δὲ ἐκάη (55)· » οὐκ ἂν γὰρ μὴ σωτηρίου
ὄντος τοῦ πυρὸς, ὁ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ
ἀνθρώποις σωτηρίου, ἔλεγε ταῦτα ὁ τοῦ ἀγαθοῦ
Θεοῦ Υἰός. Ἀλλὰ καὶ ὁ Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν
Ἀνανίαν καὶ τὴν Σάπφειραν, ἀμαρτήσαντας ἐν τῷ
ψεύδεσθαι οὐκ ἀνθρώποις, ἀλλὰ τῷ Κυρίῳ, οὐ μόνον
πεφρόντικε τῆς οἰκοδομῆς τῶν ἐκ τοῦ δρᾷν τὸ γε-
γενημένον εὐλαβεστέρων ἐσομένωνεἰςτὴνεἰς Χριστὸν
πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνησκόντων· βουλόμενος
αὐτοὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ
προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ
δικαιώσεως, ἐπεὶ κὰν τὸ ἤμισυ τῶν ὑπαρχόντων δε-
δώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. Καὶ Παῦλος
δὲ τὸν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ τῷ λόγῳ
τυφλῶν διὰ τῶν πόνων ἐπιστρέφει αὐτὸν εἰς θεοσὸ-
βειαν, λέγων αὐτῷ· « Ὁ πλήρης παντὸς δόλου καὶ
πάσης ῥφδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δι-
καιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὀδοὺς Κυρίου
τὰς εὐθείας; καὶ νῦν ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἤλιον ἄχρι καιροῦ. » Ποίου καιροῦ; ἢ τοῦ ὅτε ἐπι-
πληχθεὶς καὶ βασανισθεὶς (56) διὰ τὰ ἀμαρτήματα, ἔμελλε μετανοῶν ἄξιος γίνεσθαι ἀμφοτέρως τὸν ἤλιον
tδεῖν κατὰ ψυχὴν καὶ κατὰ σῶμα, ἵνα ἐξαγγόλληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῶν δψεων (57)
αὐτοῦ· καὶ κατὰ ψυχὴν, ὅτε ἔμελλε πιστεύων ὄνασθαι τῆς θεοσεβείας; Ἀλλὰ καὶ ἀημᾶς, καὶ Ἐρμογένης,
οὕς παρέδωκε τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν, παραπλήσιόν τι πεπόνθασι τοῖς προειρη-
μένοις. Καὶ ὁ ἐν Κορίνθῳ τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκὼς, καὶ αὐτὸς παραδίδοται τῷ Σατανᾶ εἰς ὄλεθρον
τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν θαραὼ τὸν
σκληρυνόμενον, καὶ ἐπὶ τέλει τοιαύταις κολάσεσι περιβαλλόμενον ἀπὸ ἀγαθότητος οἰκονομεῖται Θεοῦ.
Ταῦτα δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος, ὡς ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ, « Ἐσκλήρυνε Κύριος τὴν καρδίαν
Φαραώ. » Ἐὰν δέ τις τὸ πρὸς τὸν Θεὸν εὐσεβὲς τηρῶν, κρείττονα, καὶ μηδαμῶς ἀσεβείας ἐφαπτό-
Καὶ ἐν ἄλλος περὶ τοῦ αὐτοῦ.
Ἐτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τόπον, μήποτε (58)
pulatur non Syrus modo. sed Arabs etiam et Persaς
et multo magis ipse, ut liquet, Origenes, quem non
ita in Luca legisse crediderim, uti hoc loco scri-
ptum est; sed cum locum ex memoria recitaret,
sententiam eamdem aliis verbis retulsse verisimile
est. Hoæτus.
(56) Καὶ βασαισθείς. Hæ voces desiderantur in
libris antea editis, sed supplentur e mss.
(3) 3ν δψεων. Lυege τῆς ὄψεως.
(58) Mss. μήποτε. Libb. editi, μηδέποτε, male.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.