PG 122, col. 1317

Θεοῦ, μετὰ ἡλίου δεσμὰς (Su-cpite?) ἐν τῷ ἀνα-
παύεσθαί μοι (sic), ἔρχεται ἓν τῶν πονηρῶν δαιμο-
νίων καὶ ἀφαιρεῖ ἀπ’ ἐμοῦ τὸ ἥμισυ τοῦ μισθοῦ μου·
καὶ τά ἥμισυ σιτία. Εἶτα λαμϐάνει καὶ τὴν δεξιάν
μου χεῖρα καὶ θηλάζει τὸν ἀντίχειρά μου · καὶ ἰδοὺ
θλιϐομὲνη μου ἡ ψυχὴ, οὕτω τὸ σῶμά μου Λεπτόνε-
ται καθ’ εκάστην ἡμέραν. Καὶ ταῦτα ἀκούσας ἐγὼ
Σολομῶν εἰσῆλθον εἷς τὸν ναὸν τοῦ Θεοῦ, καί ἐδεήθην
ἐξ ὅλης μου τῆς ψυχῆς, νυκτδς καὶ ἡμέρας, ὅπως
παραδοθῇ μοι δ’δαίμων εἷς χεῖράς μου, καὶ ἐξου-
σιάσω αὑτόν ο καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαί μοι
(sic), ἐδόθη μοι παρὰ Κυρίου Σαϐαὼθ ιχάριῖ διὰ
Μιχαὴλ τοῦ ἀρχαγγέλου αὐτοῦ, δακτυλίδιον ἔχων
σφραγῖδα γλυφῆς ἐκ Λίθου τιμίου, καὶ εἶπε μοι’
Ausi, Σολομῶν βασιλεῦ, υἱὸς Δαϐὶδ, δῶρον 6 ἀπέ-
στειλέ σοι Κύριος 6 Θεὸς, 6 ὕψιστος Σαϐαὼθ · καὶ
συγκλείσεις πάντα τὰ δαιμόνια τῆς γῆς ἄρσενα καὶ
θήλεα ' καὶ δεῖ μετ’ αὐτῶν ἀνοικοδομῆσαι τὴν Ἱε-
ρουσαλὴμ, φέρειν σε τὴν σφραγίδα ταύτην τοῦ
Θεοῦ. Ἠ δὲ γλυφὴ τῆς σφραγῖδος τοῦ δακτυλίου τῆς
πεμφθείσης, ἔστι πεντάλφα αὕτη. Καὶ περιχαρὴς
γενόμενος ἐγὼ Σολομῶν ὕμνουν καὶ ἐδόξαζον τὸν
Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς ο καὶ τῇ ἐπαύριον
ἐκάλεσα τὸν παῖδα, καὶ ἐπέδωκα αὖτῷ τὸ δακτυλί-
διον, καὶ εἶπον αὐτῷ · Λάϐε τοῦτο, καὶ ἐν ἂν ὥρᾳ
ἔλθῃ πρὸς σὲ τῦ δαιμόνιον, είς 16 στῆθος τοῦ δαιμο-
νίου ῥῖψον τοῦτο τὸ δακτυλίδιον, καὶ εἶ’πὶ αὐτῷ ·
ι ι , .
Ἐπ’ ὀνόματι τοῦ Θεοῦ, δεῦρο, καλεῖ σε 6 βασιλεὺς
Σολομῶν ⁸ καὶ δρομαῖος ἔρχου πρός με, μηδὲν δειλιά-
σας μηδὲ φοϐηθῇς ἒν ᾧ μέλλεις ἀκούειν ὑπὸ τοῦ
δαίμονος · καὶ λαϐὼν τὸ παιδάριον 16 δακτυλίδιον
ἀπῆλθεν. Καὶ ἰδοὺ κατά τήν ἠθισμένην ὥραν,ἦλθεν
6 Ὀρνίας τὸ χαλεπὸν δαιμόνιον ὡς πῦρ φλεγόμενον,
ὅπως τε λάϐῃ τὸν μισθὸν τοῦ παιδαρίου ⁸ τὸ δὲ
παιδάριον κατὰ 16 προσταχθὲν παρά τοῦ βασιλέως,
ἒῤῥιψε 16 δακτυλίδιον ἐπὶ 16 στῆθος τοῦ δαιμονίου,
καὶ εἶπεν ° Δεῦρο, καλεῖ σε ὁ βασιλεὺς Σολομῶν καὶ
ἀπῆγε δρομαῖος πρὸς τὸν βασιλέα. Ὁ δὲ δαίμων
έκραόγασε λέγων, Ιιαιδάριον, τί τοῦτο ἐποίησας πρός
με; λάϐε 16 δακτυλίδιον ἀπ’ ἐμοῦ ο κάγὼ ἀποδώσω
Qu‘, χρυσίον τῆς γῆς ο μόνον λάϐε τοῦτο ἀπ’ ἐμοῦ, καὶ
μή ἀπάγῃς με πρὸς Σολομῶνα. T6 δὶ παιδάριον λέγει
πρὸς τὸν δαίμονα · Ζῇ Κύριος 6 Θεὸς τοῦ Ἰσραὴλ
οὐ μή σι ἀνέξωμαι, ἀλλά δεῦρο έλθέ. Καὶ ἐλθὼν
δρομαίως τὸ παιδάριον χαῖρον πρὸς τὸν βασιλέα
λέγον · ’Ήγαγον τὸν δαίμονα, βασιλεῦ, ὡς ἐκέλευσάς
μοι, δέσποτα, καὶ ἰδοῦ στήκεται πρὸ τῶν θυρῶθ τῆς
αὐλῆς τῆς βασιλείας σου κράζων καὶ δεόμενος μεγάλῃ
τῇ φωνῇ, διδοὺς ἐμοὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον
τῆς γῆς τοῦ μή ἀγαγεῖν αὐτὸν πρὸς σέ. Καὶ ἀκού-
σας ταῦτα Σολομῶν ἀνέστη ἀπὸτοῦ θρόνου αὐτοῦ,
καί ἐξῆλθεν ἔξω εἷς τά πρόθυρα τῆς αὐλῆς τῶν βα-
σιλείων αὐτοῦ· καὶ ἐθεώρει τὸν δαίμονα φρίσσοντα
καὶ τρέμοντα, καὶ λέγει αὐτῷ. Τίς εἷ σύ ; Ὁ δὲ ἔφη,
Εγὼ Ὀρνίας καλοῦμαι ο καὶ 6 Σολομῶν λέγει αὖτῷ .

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.