PG 125, col. 345

γοψνχοῦντας Ἑϐραίους πιστούς.
Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω
βλεπομένων, εὺ.ια6ηθε)ς κατεσκεύασε κιϐωτὸν
εἰς σωτηρίαν τοῦ οικου αὐτοῦ. ’0 Νῶε, φησιν,
ἐχρηματίσθη παρὰ τοῦ Θεοῦ, τουτέστιν, ἐδιδάχθη
περὶ ἀδήλων πραγμάτων, καὶ οὒκ ἠπίστησεν. Ἀλλὰ
καίτοι αἰθρίας οὔσης, καὶ πάντων τρυφώντων, καὶ
μηδὲν δεινὸν προσδοκώντων · οὐδὲ γὰρ ὡρᾶτο οὐδὲν
τοιοῦτον· ὅμως αὐτὸς πιστεύσας τῷ Θεῷ, ηὐλαϐήθη
τὸν κατακλυσμὸν, καὶ κατεσκεύασε κιϐωτὸν, δι’ ἦς
σέσωκεν ὲκ τοῦ κατακλυσμοῦ πάντας τοὺς τοῦ οῐκου
animi. Σημείωσαι δὲ, ὅτι χρηματίζει Θεὸς, χρημα-
τίζει καὶ τὸ Πνεῦμα· κατὰ τὸ γεγραμμένον περὶ Β
τοῦ Σιμεὼνο Ἦν αὐτῷ κσχρησματισμένον ὑπὸ
τοῦ Πνεύματος τοῦ ἁγίου. Θεὸς ἄρα τὸ Πνεῦμα.
Δι’ ἧς κατέκρινε τὸν κόσμον. Τουτὲστιν, ἔδειξεν
αὐτοὺς ἀξίους κολάσεως, οἵγε οὐδὲ κατασκευαζομέ-
νην ὲν τοσούτῳ χρόνῳ τὴν κισωτὸν ὁρῶντες είς
συναίσθησιν ἦλθον, ἢ ἐπίστευσαν ὅτι ἔσται καταε
κλυσμός.
Καὶ τῆς κατὰ πίστιν δικαιοσυνης ἐγένετο κλη-
ρονόμος. Τουτέστιν, ἐκέρδησε τὸ, δίκαιος φανῆναι
παρὰ Θεῷ, ὅπερ τὺ τῆς δικαιοσύνης, φησιν, δνομα
αῦτῷ ή πίστις ἐχαρίσατο ⁵⁸.
Πίστει καλούμενος Ἀϐραὰμ. ὑπήκουσεν ἐξ·
ελθεῖιι εις τὸν τόπον ὃν ἔμελλε λαμϐάνειν εις
κληρονομίαν. Ἐπειδὴ πρὸς τοῦτον καὶ τοὺς λοιποὺς
πατριάρχας ἀπέϐλεπον οι ἐξ Ἐὃραίων πιστοὶ, ὡς
μυρίων ἀπολαύσαντας ἀγαθῶν, μέλλει δεῖξαι ὅτι
οὐδεὶς οὐδέπω οὐδὲν ἐκομίσατο. Φησὶν οὖν ὅτι πίστει
ὑπήκουσεν Ἀϐραὰμ, κελευόμενος ἀφεῖναι τὴν πα-
τρὶδα. Τίνα γὰρ εῐδεν, ἵνα ζηλώσῃ; '0 Πατὴρ αὐτῷ
εἰδωλολάτρης ἦν, προφητῶν οὑκ ἤκουσεν. Ὥστε
πίστεως ἦν τὸ ὑπακοῦσαι ὡς ἀληθεύοντι τῷ Θεῷ
περὶ ὧν ὑπισχνεῖτο, και ἀφεῖναι τὰ ὲν χερσί.
Kal ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται. Καί-
τοιγε καὶ εἰ ⁴ᾔδει, τίς ἠνάγκαζεν αὐτὸν καταλείψαντα
τὰ ἕτοιμα. διώκειν τὰ ἀνέτοιμα ; '0 δὲ οὐδὲ ᾔδει, τίς
ἐστιν ἡγῆ ὅλως ἐκείνη εἰς ἢν καλεῖται.
Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγε-
.tlac, ὡς ἀλλοτρίαν. Τὴν γῆν, φησιν, ἐκείνην ῆι
ἐπηγγείλατο ὁ Θεὸς δοῦναι αὐτῷ καὶ τῷ σπέρματι
αὐτοῦ, ταύτην κατῴκει ὡς ἀλλοτρίαν. Πῶς ἁλλο-
τρίαν; Καὶ γὰρ καὶ τὸν τάφον τῆς Σάρρας ἐξωνή-
σατο, καὶ ὅμως οὐ διεκρίθη, οὐδὲ εἶπεν· Ἐψεύσατο
ὀ Θεὸς· ἀλλ’ ἐπίστευσεν, ὅτι ἁναμφιὸόλως δώσει
ταύτην δ εἰπών.
Ἐν σκηναῖς κατοικήσας. Τοσοῦτον ὡς ἀλλοτρίαν
αὐτὴν κατῴκει, ὥστε οὐδὲ οἰκίαν εἶχεν, ἀλλ’ ὲν
σκηναῖς κατῴκει, ὅπερ τῶν ξένων ἐστὶ, τῶν ἄλλοτε
Ξις ἄλλο μέρος μεταὸαινόντων, διὰ τὸ μὴ ἔχειν τι
οιον.
οιον.
⁸³ Luc. It , ‘36.
" ἡ χάρις καὶ ἡαλήοεια m.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.