PG 127, col. 1140

νδ’, Τὸ μέν τῶν βρωμάτων ἀπέριττον , περὶ τὴν
ἥττω τροφῆς ποιότητα ' τὸ δέ τῶν ῥημάτων ἀνέγκλη-
τον, περὶ τὴν κρείττω σιωπῆς ποιότητα εὑρεθήσεται.
νε’. Πύρωσον τοὺς νεφρούς σου ἀσιτίᾳ βρωμάτων,
καὶ ἔτασον τὴν καρδίαν σου ἐγκρατείᾳ. ῥημάτων, καὶ
ἐξεις ἐπὶ ὑπηρεσίαν καλῶν, τὸ ἐπιθυμητικόν τε καὶ
θυμικόν.
νς’. Ἡ μὲν τῶν ὑπογαστρίων ἡδονὴ καταπίπτει
ἐν ἀσκουμένοις, τοῦ σώματος παρακμάσαντοςο ἔτι δὲ
παραμένει ἡ τοῦ φάρυγγος. τῷ μὴ φθάσαντι ταύτην
Β ἐνδίκως κολάσαι. Σπουδάσαι οὖν χρὴ διά τοῦ αίτίου ,
τοῦ αἰτιατοῦ τὸν ὀνειδισμὸν ἀποτρίψασθαι ’ ὡς ἂν μὴ
ξένος ἐκεῖσε τῆς κατά τὴν ἐγκράτειαν ἀρετῆς εὑρεο
θεὶς, αἰσχύνῃ περιϐληθῇς.
νζ’. Ἀναγκαῖον εἰδέναι τὸν ἀσκητὴν, πότε καὶ τίσι
βρώμασι δεῖ τὸ σῶμα ὡς ἐχθρὸν τρέφειν’ πότε δὲ ὡς
φίλον παρακαλεῖν, καὶ πότε παραμυθεῖσθαι ὼς
ἀσθενῆ, ἵνα μὴ λάθῃ τὰ μὲν τοῦ ἐχθροῦ τῷ φίλᾳ.
τὰ δέ τοῦ φίλου τῷ ἐχθρῷ, καὶ τὰ τούτου πάλιν τῷ
ἀσθενεῖ παρατιθεὶς , καὶ ἑκατέρους ὧς σκανδαλίσας,
καιρῷ πειρασμοῦ εὑρήσει πολεμοῦντας αὑτόν.
νη¹. Ὅταν τῆς τρυφῆς τὴν τροφὴν ὁ τρεφόμενος
προτιμωτέραν ποιήσηται, τότε ή τῶν δακρύων ἐπιο
δημήσασα χάρις αὐτῷ, παρακαλεῖν ἄρχεται, καὶ ἄλ-
λης πάσης ὴδύτητος ἐπιλανθάνεσθαι, ὡς ἤδη τῇ τού-
των καταποθείσης ἀσυγκρίτως ηδύτητι.
νθ’. Τῷ μὲν πλατυνομένῳ, συνεστάλη τὰ δάκρυα·
ἐξεϐλήθη δὲ ταῦτα, τῷ τὴν στενὴν ὁδὸν ἀγαπήσαντι.
ξ’. Οὑκ ἔστι λύπης ἐκτὸς, οὔτε ἁμαρτωλὸς, οὔτε
δίκαιοςο ἀλλ’ ὁ μὲν, ὅτι μὴ πάντη ἀπέλιπε τὸ κακὸν,
δ’δὲ, ὅτι οὑπω τῆς τελειότητος ἥψατο.
ξα’. Τῶν ἐφ’ ἡμῖν, ai κατὰ δύναμιν ἀρεταὶ, εὑχή
τε, καὶ σιωπή· τῶν οὑκ ἐφ’ ἡμῖν δέ, ἀλλ’ ὡς τὰ
πολλὰ τῆς τοῦ σώματος κατασκευῆς, νηστεία , καὶ
ἀγρυπνία είσί. Ὅπερ οὖν τῷ ἀγωνιστῇ εὐληπτότερον,
τοῦτο μετέρχεσθαι χρή.
ξβ’· Οἶκος μὲν ψυχῆς, ἡ ὑπομονή· περικρατεϊται
γὰρ ἐν αὐτῇ. Χρῆμα δὲ, ἡ ταπείνωσις· τρέφεται γὰρ
δι’ αὑτῆς.
ετ· flavom: μὴ καρτερῶν, ἐπαίνοις οὑ τιμηθήσῃσ
πρὸ δὲ τῆς ἡδονῆς τὴν ὀδύνην ἀποσκοπῶν, ἐκφεύξῃ
ταύτης τὸ λυπηρόν.
ξδ’. Μὴ δεσμευθῇς τῷ μικρῷ, καὶ οὑ δουλεύσεις
τῷ μείζονι ο οὑ γὰρ πέφυκε τὸ μεῖζον κακὸν, πρὸ
τοῦ μικροῦ διαπλάττεσθαι. .
ξε¹ι Ἀφορῶν πρὶς τὰ μείζονα, φοϐερδς ἔσῃ τοῖς
ἥττοσιν. Εὑκαταφρὸνητος δέ τούτοις ὁφθήσῃ , πρὸς
ἐκεῖνα ἀπειρηκώς. κ
ξεί. Οὖ δυνήσῃ ἐπὶ τὰς μείζους φθάσαι τῶν ἀρετῶν,
μὴ τῶν κατᾶ δύναμιν καταλαϐὼν τὴν ἀκρότητα.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.