PG 127, col. 1152

κατ’ ἐνέργειαν ἁμαρτία, οὐδέ μετά τὴν τῆς Θαλάσσης
διάϐασιν, τῆς κατὰ σχέσιν λέγω δουλείας, ἀλλὰ μετά
τὴν ἐν ἐρήμῳ διατριϐὴν μεταξὺ κειμένην ἐνεργημά-
των, καί⁵ κινημάτων κακίας, τοῦ” Ἰσραὴλ 6 δημαγω-
τος κατασκοπεῖν δύναται τὴν γῆν τῆς ἐπαγγελξας.
ἥτις ἐστὶν ἠ ἀπάθεια, τὴν ὀπτικὴν ἀποστέλλων καῖ
ἐποπτικὴν αὐτοῦ δύναμιν.
ιε’. Οἰ μὲν ἐν τῇ ἐρήμῳ καθήμενοι, τουτέστιν ἐν
τῇ τῶν παθῶν ἀνενεργησίᾳ, ἀκοῇ μόνῃ τῆς μακα.
ρίας ἐκείνης έχουσι τὰ ἀγαθά γῆς. Ol δὲ, τὰ ἐν
ἐκείνῃ σκοπήσαντες , ἐν περινοίᾳ δηλονότι ψιλῇ τῆς
τῶν ὁρωμένων Θεωρίας γεγόνασιν · οἰ δὲ καταξιωο
θέντες ἐν αὐτῇ εἰσελθεῖν, ὅλῃ αἰσθήσει τῶν ἐξ αὐτῆς
ἀπορρεόντων, ὡς γάλα καί μέλι, τῆς πρώτης, φημὶ,
καὶδευτέρας θεωρίας λόγων, ἐνεφορήθησαν.
ις’. Οὗπω συνεσταυρώθη Χριστῷ, 6 ῑτι φυσικὰς
κινήσεις ἔχων σαρκός· οὐδὲ συνετάφη 6 ψυχικὰς
ἐνθυμήσεις ἐπισυρόμενος. Πῶς οὖν συναναστῇ αὖτῷ
5 τοιοῦτος, ἐν καινότητι ζωῆς πολιτεύεσθαι.
ιζ’. Τριῶν οὐσῶν τῇ ψυχῇ περιεκτικωτέρων ἀρε-
τῶν, νηστείας, εὐχῆς τε, καὶ σιωπῆς, ἀναγκαῖον τδν
μὲν ἐξ εὐχῆς λύεσθαι μέλλοντα , εἰς τινα φυσικὴν
θεωρίαν ἐπαναπαύεσθαι, τὸν δὲ ἐκ σιωπῆς, εἰς
ἠθικὴν ὁμιλίαν, εἰς δευτέραν δὲ κεχαρισμένην τροο
φὴν τὸν νηστεύοντα.
ιη’. Ἐν τοῖς θείοις ἕως ὑπάρχει 6 νοῦς , σώζει τι
καθ’ ὁμοίωσιν, ἀγαθός τε καὶ συμπαθὴς εὑρισκό-
μενος, ὲνδὲ τοῖς κατ’ αἴσθησιν γεγονὼς, εἰ μὲν εὐκαί-
ρως, καὶ προσηκόντως κατέρχεται, πεῖραν διδοὺς καὶ
λαμϐάνων, εὑρωστῶν αὖθις, πρὸς έαυτδν ἐπανέρχε-
ται. Παρά δὲ τὸν καιρὸν, καὶ τὴν χρείαν, ὅς τις
στρατηγὸς. ἀπερίσκεπτος εὑρεθήσεται, τὸ πολὺ αὑτοῦ
ὑποτεμνόμενος τῆς δυνάμεως, ἐν τῷ μάχεσθαι ;
t0'. '0 ἐν ἡμῖν ἐγκεκρυμμένος τῆς ἀπαθείας [ἰα-
ράδεισος, εἰκῶν ἐστι τοῦ μέλλοντος τοὺς δικαίους
ὑποδέχεσθαι. Πλὴν οὐ πάντες ἐκείνου ἐκτὸς εὑρεθηο
σονται, ὅσοι ἐντὸς τοῦ ἐμπεριεχομένου γενέσθαι οὐκ
ῐσχυ σαν.
κ’. Ὅ μὲν αἰσθητὸς ἥλιος, ξένας τὰς ἑαυτοῦ
ἀκτῖνας ἐξ οἰκίας κεκλεισμένης καθίστησι. οὐκ ἂν
δὲ τὰς γλυκείας 6 νοητὸς ἐπαφήσῃ τῇ προσδεχομένη
μὲν, μὴ κεκλεισμένας δὲ ἐχούσῃ τὰς αἰσθήσεις ἀπὸ
τῶν ὁρωμένων, ψυχῇ.
καθ. Γνωστικὸς ἐστιν 6 τὰς μὲν καταϐάσεις αὑτοῦ
μεγαλοπρεπῶς, ταπεινοπρεπῶς δέ τῆς ψυχῆς τὰς
ἀναϐάσεις διατιθέμενος.
κβ’. Μέλιττα μὲν λειμῶνας περινοστοῦσα, ἐκεῖθεν
τῷ μέλιτι τὰς ἀφορμὰς προσπορίζεται· ψυχὴ δέ
αἰῶνας περινοστοῦσα ποικίλους, αὐτόθεν τὸν γλυκα-
σμὺν τῇ διανοίᾳ ἐνίησιν.
κγ’. Ἦ ἐμφαγοῦσα μὲν ἔλαφος (φεις, ἰὸν, τιιῦ
σϐέσαι, πρὸς ὑδάτων τρέχει πηγάς · ψυχὴ δέ ἡ βέλεσι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.