PG 127, col. 481

μετά τοῦτον, τὴν τῶν ἀδελφῶν ἡγεμονίαν διαδεξα-
μένων, τρίτος ό θαυμάσιος Βαρθολομαῖος τὴν ἀρχὴν
καὶ τὴν ἡγεμονίαν διαδέχεται’ οὑ διώξας τὴν ἀρχὴν,
ἀλλ’ ὑπὸ τῆς ἀρχῆς διωχθεὶς, καὶ πολλῷ μᾶλλον ὑπὸ
τῆς κατά Θεὸν συνοδίας βιαζόμενος, καίτοι ἀτελὴς
τῇ ηλικίᾳ. Καὶ πρὸς τοιαύτην ἐγχείρησιν ἀποδέων,
ὅμως κάντεῦθεν τὺ ταπεινὸν δεικνύων καὶ μέτριον,
οὐ μόνος τοιοῦτος Π. τοιούτου] συστήματος ἡγεῖσθαι
κατεδέξατο, ἕνα δὲ τούτων συνέσει τε καὶ ἀγχινοίᾳ
διαφέροντα εἰς ἐπιστασίαν συμπαραλαὸεῖν ἐξῃτή-
σατο · εἰ καὶ ό φθόνος ἐπὶ πολὺ τοῦτο παρεκτείνασθαι
ούκ εἴασεν.
ζ’. Ἐπεὶ δὲ ἐπὶ τῇ λυχνίᾳ. τὸ φῶς ἐτέθη, καὶ
φαίνειν καλῶς παρ[εσ]κευὰσθη, τί δεῖ καὶ λέγειν,
οἷος μὲν ἦν τοῖς ὑπ’ αὑτοῦ ποιμαινομένοις ποθεινό-
τατος, οἷος δὲ τοῖς ξένοις εὐπρόσιτος, ἀξιοθαύ-
μαστος τοῖς πόρρω, τοῖς πλησίον ἐπέραστος, ἡδὺς
τῷ λόγῳ, σοφὸς ἐν γνώσει, καὶ περὶ τὴν τῶν ᾀσμά-
των ποίησιν ἀκρως πονούμενος; Μαρτνροῦσι γὰρ
αὑτοῦ τὶ πάνσοφα μελῳδήματα, ἃ. πρός τε αὐτὴν
τὴν ὑπεράκραντον τοῦ Θεοῦ Λόγου Μητέρα, καὶ
πρὸς τοὺς λοιποὺς ἁγίους ἐξέθετο, πάσης γέμοντας
[fl — τα] γνώσεως καὶ εύαρμοστίας· καὶ τὸ δὴ
θαυμασιώτατον, ὃτι καὶ ταῖς φροντίσι τῶν ἐν χερσὶ
σχολάζων ἦν καὶ⁸ κηδόμενος. Οῦτως οὖν αὐτῷ σοφῶς
τέ’ καὶ πνευματικῶς τὰ τῆς ἀρχῆς διακυϐερνῶντι,
καὶ τῶν τῆς μονῆς είς ἐπίδοσιν ἰόντων, καὶ πλῆθος
συνηθροίζετο μοναχῶν · καὶ τοσοῦτον αὐτῷ ἡ τοῦ
Θεοῦ χάρις συνεργοῦσα ἦν, καὶ τὰ κατά γνώμην
εὐοδοῦσα, ὡς ὲν ἀλλοδαπῇ γῇ ναὸν ἐπ’ ὀνόματι τῆς
τοῦ Θεοῦ Μητρὸς ἀνεγεῖραι μέγιστόν τε καὶ περι-
καλλῆ (τοῦτον δὴ λέγω τὸν παρὰ πᾶσι ξένοις τε καὶ
αὐτόχθοσιν ὁρώμενον, καὶ ἐν ᾧ τὰς πρὸς Θεὸν δο-
ξολογίας ποιεῖν παρειλήφαμεν), εἰκόσι τε τοῦτον
κατακοσμῆσαι, καὶ⁵ ἱεροῖς σκεύεσι καὶ πέπλοις
πολυτίμοις καὶ τερπνοῖς.
η’. ’Δλλά τὸ κατὰ τὴν οἰκοδομὴν γεγονὸς θαῦμα,
οὑκ ἄκαιρον γραφῇ παραδοῦναιο οἶος γάρ ὑπῆρχεν
ό μακάριος, τοιούτοις δήπου καὶ ὑπηκόοις έκέ-
χρητο. Τοῦτον δὴ τὸν ναὸν κίοσι (ι) στηρίζεσθαι ἑ
πανόσιος ἐϐουλήθη. Ἐνδς δὲ τούτων ὲν ὑψηλῷ τόπῳ
ὑπάρχοντοςηοί τοῦτον μετακομίσαι ἐπιτετραμμένοι,
ἐπὶ τὸ κάταντες ἑλκύσαντες, ἄνευ χειρῶν κατελθεῖν
παρεσκεύασαν. Του δὲ μετά σφοδροῦ τοῦ πνεύματος
κατερχομένου, εἷς ’τῶν τῆς μονῆς μοναχῶν, τὴν τοῦ
λίθου ἀγνοῶν κάθοδον, ὲν τῇ όδῷ τοῦ λίθου ἵστατο,
ἄλλο θεωρῶν, καὶ τὸ πραττόμενον παντελῶς ἀγνοῶν.
Ὠς δὲ ot τὸν λίθον μετεωρίσαντες, αὑτὸν μὶν
εὑθυὸόλως κατερχόμενον ἔϐλεπον, τὸν μοναχὸν δὲ
(l) _S_umptas fuisse has columnas ex villa Tuscu-
lana Ciceronis, recte admonet Sciommarus in not.
2'5, quam villam in loco praesentis monasterii fuisse,
docet idem in not. 55 ; ’luculentius autem P. Basi-
lius Cardonius in disceptatione de argumento hoc.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.