PG 129, col. 769

υίδν αὑτοῦ κατὰ πνεῦμα τὸν Μάρκονόῦτος ὠνόμασε,
παρ’ οὗ καὶ ὅλον τὸν τοῦ Εὐάγγελίου λόγον 6 Ma'p-
κος μεμάθηκεν (‘2). Ἔπειτα συνεγράψατο τὸ Εὐαγ-
γέλιον , ὡς μὲν ίστορεῖ καὶ Κλήμης 6 Στρωματεὺς,
ὲν αὐτῇ τῇ Ῥώμῃ, κατὰ δὲ τὸν Χρυσόστομον (5), ἐν
Αίγύπτῳ, παρακληθεὶς ὑπδ τῶν ἐκεῖ πιστῶν, μετὰ
ἔτη δέκα τῆς τοῦ Σωτῆρος ἀναλῄψεως. Συμφωνετδὲ
τῷ Ματθαίῳ λίαν, πλὴν ὅσον ἐκεῖνός ἐστι πλατύτε-
ρος. Χρὴ δὴ καθόλου γινώσκειν. ὡς οἱ εὐαγγελισταὶ
ποτὲ μὲν κατὰ τάξιν ἀπαγγέλλουσι τὰς διδασκαλίας
καὶ τά θαύματα τοῦ Χρ στοῦ, νόμῳ ίστορίας· πο-
τὲ δὲ, οὐ τηροῦσι τάξιν, σπεύδοντες μόνον εἰς τὸ
ἀπαγγέλλειν αὑτά.
Ἀρχὴ τοῦ - τοῖς προφήταις. Εὑαγγέλιον νῦν
6 Μάρκος, τὴν Καινὴν Διαοήκην, τὴν νέαν νομοθε-
σίαν τοῦ Χριστοῦ κέκληκε. Διατί δὲ οὕτως αὐτὴν
ὠνόμασεν, εἴρηται ὲν τῷ προοιμίῳ τῆς ἐξηγήσεως
τοῦ κατὰ Μιτοαίον Εὐαγγελίου, ἔνθα περὶ τῆς ἑπι-
γραφῆς τῶν ΕὐαγγεΜων προδιείληπται. Φησὶ δὲ 6 τεα-
ρων εὐαγγελιστὴς, ὅτι ἁρχὴ τῆς νέας (4) νομοθεσίας
Χριστοῦ οῦτω γέγονεν, ὡςγέγραπται ὲν τοῖς προ-
φήταις · λέγει δὲ Μαλαχίαν καὶ Ἡσαΐαν. Εἶτα τί-
θησι καί τά ῥητὰ τῶν προφητῶν, ἴνα μάθῃς, ὃτι
τοιαύτη ἀρχὴ τοῦ Εὐαγγελίου γέγονεν, οἵαν ταῦτά
φασιν. Ταῦτα δέ φασιν, ἀρχὴν αὑτοῦ γενήσεσθαι
τὸν Ἰωάννην, ὡς ἀναπτυσσόμενα δείξουσιν. Ἐπεὶ
γάρ πάντες οί προφῆται καὶ 6 νόμος ἓως Ἰωάννου
προεφήτευσαν, κατά τὸν τοῦ Κυρίου λόγον, ἔδει
τοῦτον, τέλος ὄντα τῆς Παλαιᾶς, ἀρχὴν γενέσθαι
τῆς Νέας. Ἀλλά διαιρετέον ίδία τῶν δύο προφητῶν
τά ῥητά.
Ἰδοὺ, ἐγὼ —- ἔμπροσθέν σου. Μαλαχίου μὲν τὸ
ῥητόν· εἴρηται δὲ περὶ τούτου σαφῶς ὲν τῇ ἐξηγή-
σει τοῦ είκοστοῦ κεφαλαίου τοῦ κατά Ματθαῖον Εὐαγ-
γελίου. Καὶ περιττὸν τά αὑτά πάλιν είς μέσον
ἄγειν.
Φωνὴ —— τρίϐους αὐτοῦ. [Ἑτοιμάζει (ὅ) μὲν
τὴν 656v Κυρίου, ό τὴν ἀρετὴν ἐργαζόμενος· οὐκ εὐ-
θείας δὲ ποιεῖ τὰς τρίϐους αὑτοῦ, 6 μὴ πρὸς εὐα-
ρέστησιν Θεοῦ, ἀλλὰ δι’ άνθρωπαρέσκειαν, ἦ τινα
σκοπὸν, οὐκ άγαΟδν, ταύτην ἐργαζόμενος. Οὗτος Ι) au
τὸν μὲν πόνον τῆς ἐτοιμασίας ὑφίσταται, τὸν δὲ
Θεὸν οὐκ ἔχει ταῖς τοιαύταις τρίϐοις ὲμπεριπατοῦν-
τα.]
Τ οῦτο τοῦ Ἡσαΐου ἐστίν· ἡρμήνευται δὲ καὶ τοῦ·
το πάλιν ὲν τῇ ἐξηγήσει τοῦ τρίτου κεφαλαίου τοῦ
κατὰ Ματθαίον Εὑαγγελίου, καὶ ζήτει ἐκεῖ. Τά μὲν
οῦν προφητικὰ ταῦτα ῥητὰ συμφώνως κεκράγασιν,
ὅτιὸ Ἰωάννης προοδεόσει τοῦ Χριστοῦ, καὶ εὐτρε-
⁵1 Pctr. v, l5. ‘ Matth. xi, l3.
(Ξ) Ut ex Sophronii in Marcum Praelationo col-
ligo. lib. vr flypotyp.
ᾧ) Tom. \'ll, p. 9.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.