PG 13, col. 516

Ἆθεσίαν καί ταλαιπωρίαν έπικαλέσομαιο ὡς τὸν
Θεδν, οὕτω τὴν ἀθεσίαν, ὡς τὸν Κύριον, οὕτω τὴν
ταλαιπωρίαν. Ἆρα καλὸν πρᾶγμα ὲπικαλεῖ Ἰερε-
μίας, ὅτε ἐπαγγέλλει λέγων · Ἀθεσίαν καὶ ταλαι-
πωρίαν ἐπικαλέσομαι; Ἀλλά δεῖ κατανοῆσαι συν-
θήκας ἃς τιθέμεθα, καὶ τὰς ἀθεσίας αὐτῶν· ὅτι
ἔστι ποτε συνθήκας θέσθαι κακῶς, καὶ μετά τὸ θέσθαι
συνθήκας κακῶς, είθε ὲπικαλοῖμεν τὴν ἀθεσίανί
Οὕτω δὲ καὶ ὲάν κατανοήσω τὴν πλατεῖαν καὶ εὐρύ-
χωρον, τὴν ἀπάγουσαν είς ἀπώλειαν, καὶ ὅτι ὁδεύων
ὲν αὐτῇ οὐ ταλαιπωρῶ, μεταϐαίνω ἀπὸ τῆς πλα-
τείας καὶ εὐρυχώρου ὀδοῦ, καὶ ἔρχομαι ἐπὶ τὴν στενήν
καὶ τεθλιμμένην, καὶ ταλαιπωρῶν λέγω ’ Ταλαιπω-
ρίαν ἐπικαλέσωμαι. Ἀθετεῖν μέλλω τὰς συνθήκας
τὰς πρὸς τὸν κόσμον καὶ τὰ κοσμικὰ πράγματα, ἴνα
ἀναλάϐω οὐρανίους συνθήκας. Ἀθεσίαν ἐπικαλέσο-
μαι · οὕτω δὲ καταλιπὼν τὸν βίον τὸν τῆς πλατείας
καὶ εὐρυχώρου ὁδοῦ , καὶ ἐρχόμενος ἐπὶ τὴν στενὴν
καὶ τεθλιμμένην, ἵνα γένωμαι ταλαίπωρος ὡς [Ιαῦ-
λος, λέγω· Ταλαιπωρίαν ἐπικαλέσομαι. Οὐ γὰρ
πᾶς ἄνθρωπος ὲρεῖ· Ταλαίπωρος ἐγὼ ἅνθρωπος,
τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τού-
του ; Ἀλλ’ ὁ νοήσας τὸ σῶμα τοῦ θανάτου, ὀ ῥυσθῆ-
ναι βουλόμενος ἀπὸ τοῦ σώματος τοῦ θανάτου τούτου,
ἐρεῖ τὸ, Ταλαίπωρος ἐγὼ ἅνθρωπος. '0 δὲ φιλο-
σωματῶν, ὁ πολὺς, ὁ ἀπιστῶν τῷ μέλλοντι αίῶνι, οὗ
λέγει, Ταλαίπωρος ἐγὼ ἄνθρωπος, ἀλλὰ μακαρίζει
ἑαυτὸν , ὅτι ἐστὶν ἄνθρωπος, καὶ ἐπὶ τῷ εἶναι ἐν τῷ
τοῦ θανάτου σώματι. Ἐὰν οὖν δυνηθῶ νοῆσαι πῶς
Παῦλος εἷπε, Ταλαίπωρος ἐγὼ ἅνθρωπος , μηδέπω
ἐπικαλεσάμενος τὴν ταλαιπωρίαν , ὲπικαλέσομαι αὐ-
τὴν ὲκ τοῦ ἀθετῆσαι τὰς πρὸς τὴν κακίαν συνθήκας,
καὶ λέγω ὡς ὁ Ἱερεμίας· Ἀθεσιάν καί talum-
ρίαν ἐπικαλέσομαι. Ui) γὰρ εἶπεν ⁸ ’Δθεσίαν Θεοῦ
ὲπικαλέσομαι. Θέλω παράδειγμα δοῦναι ἀπὸ τῆς
Γραφῆς ζ ι) δικαίου τοῦ συνθήκας ἀθετοῦντος, ινα
παραστήσω πῶς ἐκεῖνος τῷ ἔργῳ ἀθεσίαν ἐπεκαλέ-
σατο. Ἰουδὴθ συνθήκας ἔθετο πρὸς τὸν ὐλοφέρνην,
ὥστε τοσῶνδε ἡμερῶν ἐξερχομένη εὔχεσθαι τῷ Θεῷ.
καὶ μετά τοσάσδε ἡμέρας ἑαυτήν παρέξειν τῇ κοίτῃ
τοῦ Ὀλοφέρνου. Ταύτας τὰς συνθήκας ὁ Ὀλοφέρνης
ὑπεδέξατο· ἀπέλυσε τὴν Ἰουδὴθ ἐπὶ τὰς εὐχᾶς ἔξω
’ τῆς παρεμϐολῆς. Τί ἐχρῆν ποιῆσαι τήν ’ἰουδήθς Τη-
ρῆσαι τὰς συνθήκας , ἢ ἀθετῆσαι αὑτὰς; Ὠμολόγη-
ται, ὅτι ἀθετῆσαι ’ τὰς γὰρ πρὸς Ὀλοφέρνην ἀθετῆ-
σαι μακάριον ἦν ἐπὶ τοῦ Θεοῦ. Ἐμελλεν ἀθετεῖν τὰς
πρὸς Ὀλοφέρνην συνθήκας ή Ἰουδήθο εἶπεν· Ἀθε-
σίαν ἐπικαλέσωμαι , καὶ ἐπεκαλέσατό γε τὴν ἀθε-
σίαν. Ὄφελον κάγὼ τοιοῦτος γένωμαι, ἴνα εἴπω.
Ἄθεσίαν ἐπικαλέσωμαι. καὶ ὲπικαλὲσομαι τήν ἀθε-
σίαν τήν πρὸς τὸν ὅφιν, τὴν πρὸς τὸν διάϐολον
ενιὶοιὲοιῖοοῖἰιιη legimus apud Hieronymum Praefat
In u ι ι. υετι .
tn J υαιιιι. ιιυιςτιυε.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.