PG 130, col. 1213

καὶ ειῗὰσκων ὲν ταῖς συναγωγαῖς αὐτῶν , καὶ θερα-
πεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Οὐκ
ἐθεράπευε μὲν τούτους, ἐσίγα δὲ τὴν θεραπείαν ,
ἀλλὰ πολλάκις καὶ προσέτασσε διαγγέλλεσθαι.
Πορευθέντες γὰρ, φησὶν, ἀπαγγείλατε Ἰωάννῃ ·
Τινρλοί ἀναϐλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ
καθαρίζονται, κωφοὶ ἀκούουσι, καί νεκροὶ ἐγεί-
ρονται. Καὶ τοῖς μαθηταῖς δὲ σημεῖον τῆς αὑτοῦ
δυνάμεως, καὶ ἰσχύος καὶ χάριτος τὸ ἐπὶ ἀρῥὼ-
στους χεῖρας ἐπιθεῖναι, καὶ ἰᾶσθαι δίδωσιν. Οὕτως
ὡς οίκείου πλάσματος ἐποιεῖτο τὴν πρόνοιαν, ὁ καὶ τὴν ψυχὴν καὶ τὸ σι’ἶμα παραγεγονὼς σῶσαι Χρε··
στὸς δ θεὸς ἡμῶν. Καὶ οὐ μέχρις αὐτοῦ τὴν εὐεργεσίαν περιγράφων, arma καὶ τοῖς μαθηταῖς τὰ [σα
ποιεῖν διδοὺς ἐξουσίαν.
Εἰ τὸ σῶμα ἦν τοῦ πονηροῦ , πως ὁ Παῦλος ὲλυ- Β Si
πεῖτο, νοσοῦντος τοῦ μαθητοῦ, καὶ αὖθις ὑγιάναντος
ἔλεγεν, ὅτι Ἠλέησεν αὑτὸν ὁ Θεὸς, οὐκ ἐκεῖνον
ὑὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵναμὴ λύπην ἐπὶ λύπῃ
σχῶς δΤί γὰρ ἔδει λυπεῖσθαι τὸν Παῦλον ὁρῶντα
λυόμενον τὸ πλάσμα τοῦ πονηροῦς Πῶς δὲ ἐπέστελλε
Τιμοθέῳ γράφων, Οῐνῳ ὀλίγῳ χρῶ διὰ τὸν στάς
ptaer σου καί τὰς πυκνάς σου ἀσθενείας Ἔδει
γὰρ τούναντίον γράφειν, Μηδ’ ὅλως κέχρησο οἴνῳ,
ἵνα θᾶττον ραγῇ τὸ πλάσμα τοῦ πονηροῦ, καὶ ἐλευ-
θερωθῇς τοῦ βάρους αὐτοῦ.
Εἰ τὸ σῶμά ἐστι τοῦ πονηροῦ , πῶς ἐμεγαλύνετο
Χριστὸς ὲν τῷ τοῦ Παύλου σώματι; Πῶς δὲ πάλιν
αὐτὸς ὁ Παῦλος, εἰπερ οὐκ ἧν τὸ σῶμα πλάσμα τοῦ
ἀγαθοῦ Θεοῦ, ἐπεύχεται διατηρηθῆναι σῶον τὸ
σῶμα καὶ τότε ὲν τῇ παρουσίᾳ τοῦ Κυρίου, λέγων ’
Ὀλόκληρον ὑμῶν τὸ σῶμα, καὶ ἠ ψυχὴ, καὶ τὸ
πνεῦμα ἀμέμπτως ὲν τῇ παρουσίᾳ τοῦ Kvplov
ἡμῶν Ἰησοῦ Χριστοῦ διατηρηθείη;
El ἄλλης μὲν ἦν ἀρχῆς ἔργον ἡ ψυχὴ, ἐτέρας δὲ
τὸ σῶμα, πῶς ὁ ἀληθὴς ἡμῶν πλάστης καὶ Θεὸς
ἀπερισπάστους εἶναι βουλόμενος τοὺς αὑτοῦ λατρευ-
τὰς παραινεῖ περὶ ἐκατέρου λέγων, Μὴ μεριμνᾶτε
τῇ ψυχῇ ὑμῶν τί φάγητε. ἢ τί πίητε, μηδὲ τῷ
σώματι ὑμῶν τί ἐνδύσησθε; Εἶτα καὶ πλέον
ἡμᾶς τῷ παραδείγματι πρὸς τὴν νουθεσίαν ἕλκων,
Ἰεῖμὸλέψιιτε, φησιν, εις τὰ πετεινὰ τοῦ οὐρανοῦ,
ὅτι οὺ σπείρουσιν , οὐδὲ θερίζουσι , καὶ πόθεν
αὐτοῖς ἠ (uni; Ὀ Πατὴρ ὑμῶν ό οὐράνιος τρέέει
αὑτά. Εἰ οῦν Πατέρα ἡμῶν οὐράνιον τὸν τρέφοντα D vc
rit πετεινὰ τοῦ οὐρανοῦ καὶ οἶδε καὶ λέγει τῆς
ἀληθείας ἠ πηγὴ , λέγει δὲ καὶτὸν χόρτον. τοῦ
ἀγροῦ τὸν εἰς τὸν κλίϐανον βαλλόμενον ὑπὸ τοῦ
αὑτοῦ Θεοῦ κάλλος ἀμφιέννυσθαι, οἷον οὐδὲ Σολομὼν
ὲν ὅλῃ αὐτοῦ περιεϐάλλετο τῇ δόξῃ ’ πῶς τὰ ἁπύλωτα
τῆς ἀσεϐείας στόματα ἄλλον μὲν τοῦ χόρτου, καὶ
τῶν πετεινῶν, καὶτοῦ σώματος, καὶ τῶν αἰσθητῶν
ἁπάντων χειροτονοῦσι δημιουργὸν, ἑτέρῳ δὲ τὴν
ἡμίτομον χαρίζονται ἀρχήν; Ὅτι δὲ ὁ αὑτός ἐστιν
ὁ καὶ ταῦτα τὰ πρόσκαιρα διδοὺς καὶ τὴν βασιὶείαν
τῶν οὐρανῶν, λεπτομερέστερον βεϐαιῶν τὸ δόγμα
pta-1,1,, in, _’APltilipp. tt, 27.
³1Τίιιι. ν, 9.5.
τ ibid. 2o, ι ibid. σε, 53.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.