PG 133, col. 129
τῶν πραγμάτων φύσιν εἰρήκαμεν , ἀλλὰ τὴν ἀρχὴν ,
τουτέστι τὴν αἰτίαν, καθ’ ἢν οὐ κατὰ συμϐεϐηκὸς,
ἀλλὀὑσιωδῶς αἱ οὐσίαι κινοῦνται καλ⁵ ἠρεμοῦσιν.
’Υπὸστασις δέ ἐστι πρᾶγμα ὑφεστὼς τε καὶ οὐσιῶ-
δες, ἐν ᾧ τὸ τῶν συμδεὸηκότων ἄθροισμα, ὼς ἐν ἐνὶ
ὑποκειμένῳ, πράγματι καὶ ἐνεργείᾳ ὑφέστηκεν.
Ἔστιν οὖν ἡ οὐσία αὑτὸ τὸ ὃν πρᾶγμα, ἡ δέ ὑπόστα-
σις καὶ αὐτὸ τὸ ὃν, καὶ τὰ τούτῳ, ὡς κατὰ συμϐεϐη-
κὸς, ἐπιθεωρούμενα. Πρόσωπον δέ ἐστιν, ὃ διὰ τῶν
οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον
καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὑτοῦ παρέχεται
τὴν ἐμφάνειαν. υἷον Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ
διαδόλῳ διεκρίνετο περὶ τοῦ Μωΰ σεως σώματος, καὶ
ὅτε τάς Θείας ἐκείνας προρρήσεις ὲνέπτησε τῷ Δα-
νιὴλ, ἐν πρόσωπον άπικεκριμένον τῶν λοιπῶν ἀγγέ-
λων ὄντα ἡμῖν ἐδείκνυ. Ἦ οὖν διὰ τῆς ἐνεργείας ἐγ·-
γινομένη τινος ἡμῖν γνῶσις πρόσωπον τοῦτο αὑτὸ τὸ
ἐνεργοῦν καλεῖν ἡμᾶς ἐκδιδάσκει. Καὶ τοῦτο ἐκ τῆς
κατ’ αἴσθησιν γνώσεως ἐπὶ τὴν κατ’ ἔννοιαν μετή-
χθη τὸ ὄνομα. Ἐπειδὴ γὰρ τοὺς καθ’ ἕκαστον ἀνθρώ-
πους ἐκ τῆς ἐπιξαινομένης ἑκάστῳ ἰδέας τῶν προσώ·-
πων τῶν λοιπῶν ἀνθρώπων διακρίνομεν, κατὰ τὴν
ἐπιϐολὴν τῆς ὁράσεως ο τούτου χάριν καὶ τὸ δι’ οἰ-
κείων ἐνεργειῶν τε καὶ ίδιοτήτων τῶν ὁμοουσίων
διαιρούμενον πρόσωπον ἐκαλέσαμεν. Kal. αὕτη μὲν
ἠ τοῦ προσώπου ὑπογραφήο δοκεῖ δέ πως ταυτὸν
σημαίνειν τῇ ὑποστάσει, ἢ μικρὸν, ἧ οὐδὲν διαλλάτ- c
τειν. Τούτου προεγνωσμένου ἡμῖν, ὅτι τκυτόν ἐστιν
οὑσία τῇ φύσει, καὶ η ὑπόστασις τῷ προσώπῳ, ὅσα
περὶ τῆς οὐσίας λεχθήσεσθαι μέλλει, ταῦτα καὶ τῇ
φύσει προσαρμοστέον, καὶ ὅσα περὶ ὑποστάσεως,
ταῦτα καὶ τῷ προσώπῳ. .
'0 ΚΑΘ. Ἐπιστημόνως οἰ Πατέρες ὡρίσαντο
ταῦτα, καὶ διηυκρινημένην τὴν τούτων ἐποιήσαντο
ἑρμηνείαν. Πλὴν ἢθελον καὶ χρήσεις αὑτῶν, ἵνα
γνῶ, πῶς ταῦτα ἐκδέχονται θεολογοῦντες, ὡς ἂν
κατὰ τὸν σκοπὸν αὐτῶν καὶ ⁴ἡμεῖς ποιησώμεθα τὴν
διάλεξιν.
'0 ΘΕΩΡ. Οἱ διδάσκαλοι τῆς Ἐκκλησίας οὑτως
αὑτὰ ὲκλαμδάνουσιν, ὡς εἶπεν ἡ άγιωσύνη σου ἀνω-
τέρω · τὴν μὲν οὐσίαν καὶ τὴν φύσιν ἐπὶ τῶν καθό-
λου , τὴν ὑπόστασιν δὲ καὶ τὸ πρόσωπον ἐπὶ τῶν
καθ’ ἕκαστον.
'0 ΚΑΘ. Αὐτὸ τοῦτο ζητῶ δειχθῆναι μοι ἐκ τῶν
χρήσεων, καὶ μετὰ ταῦτα σὺν Θεῷ ἀρξόμεθα συξη-
τείν περὶ ὧν συνεληλύθαμεν.
'0 ΘΕΩΡ. Γενέσθω καὶ τοῦτο, ἐπεί σοι δοκεῖ·
καί παρίτω εἰς μέσον ὁ τῷ ὄντι φιλοσοφώτατος θεῖος
ο Βασίλειος. Οὗτος γάρ, πρὸς Τερέντιον γράφων, τάδε
φησί · Περί δὲ τοῦ Θεοῦ ὅτι οὐσία καὶ ὑπόστασις οὑ
ν ταὺτόν ἐστι, καὶ αὐτοὶ, ὡς νομίζω, ἐπεσημήναντο οἰ
ἀπὸ τῆς δύσεως ἀδελφοί. Τὸ στενὸν γὰρ τῆς αὐτῶν
γλώττης ὑφορώμενοι, τὸ τῆς οὐσίας ὄνομα τῇ Ἑλ-
λάδι φωνῇ παραδεδώκασιν, ῐνα εί τις εἴη διαφορὰ τῆς
ἐννοίας, σώζοιτο αὑτῇ ἐν τῇ εὐκρινεί άσυγχύτῳ δια-