PG 133, col. 141

τῶν ὀνομάυων ἐπίζευξις, ἐναλλαττομένων τῶν ὀνο-
μάτων διὰ τὴν σύγκρασιν. Σημεῖον δέ Ἐνίκα αἱ
φύσεις διίστανται ταῖς ἐέινοίαις, συνδιαιρεῖται καὶ
τὰ ὀνόματα. Ὁρᾷς ὅτι διπλοῦν αὐτὸν καλεῖ τὸν
Χριστόν; Καὶ πάλιν φησίν · Ἡνίκα αἰ φύσεις δι-
ίστανται ταῖς ἐννοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνό-
ματα. Ἀλλʼ ίδωμεν καὶ τὰ ἐξῆς. Παύλου λέγοντος
ἄκουσον· Τνα ὁ Θεὐς τοῦ Κυρίου ἡμῶν Τησοῦ
Χρστοῦ, Δ Πατὴρ τῆς δόξης· Χριστοῦ μὲν Θεὸς.
τῆς δὲ δόξης Πατήρ. Εἱ γὰρ καὶ τὸ συναμφότερον
ἔν, ἀλλʼ οὐ τῇ φύσνι, τῇ δὲ συνόδῳ. Ἀκουε τί φη
σιν· Εἰ γὰρ τὸ συναμφότερον ἔν, ἀλλʼ οὐ τῇ φύσει.
ἰ δὲ οὐ τῇ φύσει ἔν, λείπεται πάντως, δύο εἶναι τῇ
φύσει. Ἐν δὲ τῇ πρὸς Κληδόνιον δευτέρᾳ [πρώτη[
ἐπιστολῇ ὁ αὐτὸς δαῤῥήδην φησί· σύσεις δύο, Θεὸς
καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ
δύο, οὐδὲ θεοί· οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ
καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ
ἐκτὸς προσηγόρευσε. Καὶ εἱ δεῖ συντόμως εἰπεῖν,
ἄλλο μὲν καὶ ἀλλο τὰ ἐξ ὦν ὁ Σωτήρ· επερ μὴ
ταὐτνν τὸ ἀόρατον τῷ ὁρατῷ, καὶ τὸ ἄχρονον τῷ
ὑπό χρόνον· οὐκ ἄλλος δὲ καὶ ἄλλος· μὴ γένοιτο.
Τὰ γὰρ συναμφότερα, ἔν τῇ συγκράσει· Θεοῦ μὲν
ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος, ἢ ὅπως
ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο ἔμπαλιν ἢ
ἐπὶ τῆς Τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ
ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν· οὐκ ἄλλο
δὲ καὶ ἄλλο, ἐν γὰρτὰ τρία, καὶ ταὐτὸν τῇ θεότητι.
Ὁρᾷς ἀκρίβειαν θεολογίας; Ἀλλο μὲν καὶ ἄλλo
φησὶ, τὰ ἐξ ὡν ὁ Σωτήρ. Τουτέστιν, ἄλλη καὶ ἄλληη
φὐσις. Τὸ γὰρ ἄλλο οὐδετέρως τιθέμενον, ἐπὶ τῆς
φύσεως τάττεται· τὸ δὲ ἄλλος, ἐπὶ τῆς ὑποστάσεως.
Καὶ τοῦτο ὅῆλον αὐτὸς ποιεῖ παρακατιών· ἐκεῖ μὲν
γὰρ, ἐπὶ τῆς θεότητος δηλονότι, ἄλλος καὶ ἄλλος·
ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν· οὐκ ἄλλο δὲ
καὶ ἄλλο· ἕν γὰρ τὰ τρία, καὶ ταὐτὸν τῇ θεότητι.
Ἀλλὰ καὶ προῖών φησιν· Ὡσπερ καὶ τὸ διὰ Χριστοῦ
γεγονέναι τὰ πάντα, καὶ κατοικεῖν Χριστὸν ἐν ταῖς
καρδίαις ἡμῶν, οὐ κατὰ τὸ φαινόμενον τοῦ Θεοῦ,
ἀλλὰ κατὰ τὸ νοούμενον, κιρναμμένων ὥσπερ τῶν
φύσεων, οὕτω δὴ καὶ τῶν κλήσεων, καὶ περιχωρου-
σῶν ἀλλήλας τῷ λόγῳ τῆς συμφυῖας. Ἀπόχρη
ταῦτα παρὰ τοῦ μεγάλου Πρηγορίου τοῦ Θεολόγου.
7ῆς δʼ αὐτῆς ἐννοίας καὶ ἔρηγόριον τὸν ἐν ἀγίοις
ἐπισκοπήσανια ἐν τῇ Nυσσαέων ἐπιδείξομαι, ἐν οἶς
φησιν ἐν τῷ πρὸ, Σιμπλίκιον λόγῳ κατὰ λέξιν οὕ-
τως· Ὡστε ἐπειδὴ δύο περὶ Χριστοῦ γινώσκομεν,
τὸ μὲν θεῖον, τὸ δὲ ἀνθρώπινον, ἔν μὲν τῇ φύσει τὸ
θφῖον, ἔν δὲ τῇ οἰκονομίᾳ τὸ κατὰ ἄνθρωπον, ἀκο-
λούθως τὸ μὲν ἀἶδιον τῇ θεότητι προσμαρτυροῦμαι,
τὸ δὲ κτιστὸν τῇ ἀνθρωπίνῃ λογιζόμεθα φύσει.
έκουσας ὅπως καὶ οὗτος ὁ θεῖος ἀνὴρ φησιν, ὅτι
δὐο περὶ Χριστοῦ γινώσκομεν, τὸ μὲν θεῖον, τὸ δὲ
ανθρώπινον. Εἶτα, ἔν μὲν τῇ φύσει τὸ θεῖον, φησί.
Καὶ παραυυαπιών. Τὸ δὲ κτιστὸν τῇ ἀνθρωπίνῃ λο-
γιζόμεθα φὐσει. Ἰδοὺ φύσιν θείαν ἐπὶ Χριστοῦ, καὶ
φύσιν ἀνθρωπίνην ὁμολογεῖ ἀριδήλως. Ἀλλὰ κάν
Ephes. », 17.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.