PG 136, col. 773

κατανοεί τὸν ἀθέατονο πίστις μόνη προσπελάζει
τῷ ἀπροσπελάστῳ, ὅσον ἐγχωρεῖ καὶ⁵ ὅσον ἐνδέχεται.
Ἐπειδὴ ἀνεπίϐατός ἐπιλογισμοῖς ἀνθρωπίνοις
τῆς ὑπερκειμένης φύσεως ἡ κατάληψις, τούτου
χάριν ήπίστις ἀντὶ λογισμῶν γίνεται, τοῖς ὑπὲρ
λόγον καὶ κατάληψιν ἑαυτὴν ὑπερτείνουσα.
Τὸ πίστει παραδεκτδν , ἀπολυπραγμόνητον εἶναι
χρή. Τὸ γάρ τοι βασανιζόμενον πῶς ἔτι πεπίστευ-
ται ;
Ἦ μὲν πίστις σύντομός ἐστιν, ὡς εἰπεῖν, τῶν
κατεπειγόντων γνῶσις. Ἥ γνῶσις δὲ. ἀπόδειξις τῶν Β
διὰ πίστεως παρειλημμένων ἰσχυρὰ καὶ βεϐαία.
Οὐχ ό παντὶ πιστεύων πιστὸς λέγεται* ἀλλ’ὁ Θεῷ
πιστεύων, αὐτὸς μόνος πιστὸς καὶ ἔστι καὶ λέγεται.
Ἦ ἀληθὴς ίεραρχία τίς ἂν εἴη, πλὴν ψυχῆς θεο-
φιλοῦς εὐσέϐεια; ἧς τδ εὐχάριστον ἀθανατίζεται
παρὰ τῷ Θεῷ, συνδιαιωνίζον ἡλίῳ, καὶ σελήνῃ, καὶ
τῷ παντὶ κόσμῳ.
’Δρχὴ ἀρίστη. πάντων μὲν ὀ Θεὸς, ἀρετῶν δὲ εὐ-
σέϐεια.
’Ὠσπερ φασὶν ὲν ἰατρικῇ, τὰ μὴ καθαρὰ τῶν
σωμάτων ὁπόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις, ὓλην
ὑποϐαλὼν τῇ κακοχυμίᾳ· οὕτως καὶ ψυχὴν μοχθηο
ροϊς δόγμασι προκατειλημμένην, ὁπόσῳ ἂν διδάξῃς, 4
μᾶλλον βλάψεις, μείζονας ἀρχὰς αὐτῇ τῆς ψευδοδο·
ξίας παρέχων. ’
ΛΟΓΟΣ B'.
Περὶ τῶν παραϐεϐηκότων τὴν εὐσέϐειαν καὶ
πίστιν, καὶ εἰς Θεὸν ἀσεϐούντων.
Ἰδὼν δ λαὸς ὅτι κεχρόνικε Μωῦσῆς καταϐῆναι ἐκ
τοῦ ὅρους, συνέστη ἐπὶ Ἀαρὼν, καὶ⁵ λέγει αὐτῷ ⁶
Ἀνάστηθικαὶ ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύ-
σονται ἡμῶν. '0 γὰρ Μωῦσῆς οὗτος ὁ ἄνθρωπος ὃς
ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὒκ οἴδαμεν τί γέγονεν
αὐτῷ. Καὶ λέγει αὐτοῖς ’Δαρών · Περιέλεσθε τὰ ὲν-
ώτια τὰ χρυσᾶ τᾲ έν τοῖς ὠσὶ τῶν γυναικῶν ὑμῶν,
καὶ θυγατέρων ὑμῶν, καὶ ἐνέγκατε πρὸς μέ. Καὶ
περιείλοντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ, καὶ ῆ-
εγκαν πρὸς Ἀαρών ο καὶ ἐποίησεν αὐτὰ μόσχον χω-
νευτὸν, καὶ εἶπεν · Οὗτοι oi θεοί σου, Ἶσραὴλ,οἴτι-
νες ἀνεϐίϐασαν σε ὲκ γῆς Αἰγύπτου.
Διὰ τὴν ἀσέϐειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξ·
ολοθρεύσει αὐτοὺς πρὸ προσώπου σου ⁸ οὐ διὰ τὴν
ὁσιότητα τῆς καρδίας σου είσπορεύῃ κληρονομῆσαι
τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀνομίαν τῶν ὲθνῶν
. τούτων, Κύριος ὲξολοθρεύσει αὐτοὺς πρὸ προσώ-
που σου.
Εἴπεν Κύριος τοῖς υἱοῖς Ἰσραὴλ, t Ὑμεῖς ἐγκατ-
ελίπατέ με, καὶ⁵ ἐδουλεύσατε Θεοῖς ἑτέροις διὰ
τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. Βαδίζετε καὶ
βοᾶτε πρὸς τοὺς θεοὺς οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ
αὐτοὶ ’σωσάτωσαν ὑμᾶς ὲν καιρῷ θλίψεως. ι .

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.