PG 136, col. 792

ἀπολοῦνται.
Ἐπικατάρατος ἄνθρωπος. ὃς τὴν ἐλπίδα ἔχει ἐπ’
Ξνθρωπον, καὶ στηρίξει σάρκα βραχίονος αὐτοῦ ἐπ’
αύτὸν, καὶ ἀπὸ Κυρίου ἀποστελεῖ καρδίαν αὐτοῦ.
Μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ίσχύῖ σου,
καὶ μὴ είπῃς · Τίς με δυναστεύσει; ὁ γὰρ Κύριος
ἐκδικῶν ἐκδικήσει.
Μὴ ἑπίχαιρε ἐπὶ τοῖς χρήμασί σου, καὶ μὴ εἴπῃς,
Αὐτάρκη μοί ἐστιν.
'0 ἐλπίζων είς ἑαυτὸν κινδύνοις ἔχει ὑποπεσεῖν
καὶ τῇ κατάρα τῇ λεγούσῃ* Ἐπικατάρατος ἄνθρω-
πος, ii; τὴν ’ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίξει
σάρκα βραχίονο; αὐτοῦ ἐπ’ αὑτὸν, καὶ ἀπὸ Κυρίου
ἀποστελεῖ καρδίαν, αὑτοῦ τοῦ λόγου, διὰ μὲν τοῦ, ⁸ος
τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίξει σάρκα
βραχίονος αὐτοῦ, τὸ ἐφ’ ἑαυτοῦ πεποιθέναι ἀπαγο-
ρεύσαντος, ἑκάτερον δὲ αὐτῶν ἀποστασίαν άπὸ Κυ-
ρίου ὀνομάζοντος, ὄτι ἔσται ὡς ἠ ἀγριομυρίκη ὲν
τῇ ἐρήμῳ, καὶ οὐκ ὄψεται τὰ ἀγαθά.
’ος πορεύεται ἐπὶ τεσσάρων, ἀκάθαρτος. Ἐπὶ
τεσσάρων δὲ πορεύεται ὁ ταῖς χερσιν ἐπερειδόμενος,
καὶ πᾶσαν ἐπ’ αὑταῖς ἔχων τὴν πεποίθησιν.
ΛΟΓΟΣ Ζ’.
Περὶ, ἀρετῆς.
Στενὴ ή ὁδὸς ἡάπάγουσα είς τὴν ζωήν.
C
Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ὲν τῷ ἀγαθῴ
τὸ κακόν.
Μή σε πλανήσωσιν ἄνδρες ἀσεδεῖς, μηδὲ πορευθῇς
ὲν ὁδῷ μετ’ αὐτῶν. ,
Μὴ ποίει κακὰ, καὶ οὐ μή σε λήψει κακά.
Τιμιώτερον ἀρετὴ ἢ πλοῦτος.
Μόνη κτημάτων η ἀρετὴ ἀναφαίρετον.
Ἀρετῆς ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι,
ἣδιστον δὲ θέαμα τοῖς ἐντυγχάνουσιν.
Ὥσπερ γὰρ τῷ πυρὶ αὐτομάτως ἕπεται τδ φωτίη
ζειν, καὶ τῷ μύρῳ τὸ εύωδείν ⁸ οὕτω καὶ ταῖς ἀγαο
θαῖς πράξεσιν ἀναγκαίως ἀκολουθεῖ τὸ dapin—
ο μον.
Τοῦτό ἐστιν ἀρετὴ, ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίη-
σις ἀγαθοῦ.
Ἀρχὴ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν ἡ ἀναχώρη-
σις τῶν κακῶν. Ἕκκλινον γὰρ, φησιν, ἀπὸ κακοῦ,
καὶ ποίησον ἀγαθόν.
Σπάνιον ἡ τοῦ ἀγαθοῦ κτῆσις καὶ πρόσαντες,
κᾶν εί πολὺ τὸ μεθέλκον εἴη καὶ προκαλούμενον.
Ἀρετὴν ἐπαινῶν, θεὸν ἐπαινέσομαι, παρ’ οῦ τοῖς
ἀνθρώποις ἡ ἀρετή.
’Λμισθος ἡ ἀρετὴ, ῐνα καὶ ἀρετὴ μείνῃ, πρὸς τὸ
καλὸν μόνον βλέπουσα.
Ποιεί γὰρ περιϐοήτους ού δεξιὰ πρᾶξις μόνον,
ἀλλὰ καὶ κακία νικῶσα πονηρὰν εὐδοκίμησιν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.