PG 142, col. 28

ὡς’ οὐδένα φιλοσόφων ἐκθειάζων τῶν ἄλλων, ἦττον
τήν ῥητορικὴν δεξιὸς καὶ λογογράφος ἀκούειν ἐφρόνο
τιζε· καί γε αὐτῷ διὰ ταῦτα κεκομψευμένα ἐξαγ-
γέλλειν καὶ ῥητορεύειν οὐκ ἔμελεν. Ἀλλ’ οὐκ ἔμε-
λεν, ἕως καὶ τὰ τῶν συμφοιτητῶν ἠρέμει, καὶ οὔπω
πλατέως αὐτὸν σκώπτειν, xui διασύρειν ὡς ἀφυῆ
περὶ τὰ τοιαῦτα ἐξήγοντο. Ἐπεὶ δὲ κεκίνηντο, xui
ὁ ὄνειδος λαμπρὸς ἦν ἐπὶ πολὺ τοῦ λόγου διαδιδομέ-
νου, ὅδ’ οὐκ ἠνείχετο τοῦ φρονήματος, ἢ μᾶλλον
εἰπεῖν τοῦ καταφρονήματος, φιλότιμος ὢν ἐς ὑπερ-
ϐολὴν, ἅμα δὲ κ5ὶ ζηλότυπος. Ἐπαφίησιν ἑαυτὸν
τῇ μελέτῃ ταύτῃ, διδασκάλους προστησάμενος οὐχ
οὓς ἐκεῖνοι τοὺς διαφθείραντας τὰ ἄλλα ὅσα καλᾶ
ν Ι ~ ’ \ 1 α- \lb 9 ~ \ Ι
τῇ ῥητορικῇ, καὶ μέντοι τῆς λέξεως αὐτῆς τό χά-
ριεν, καὶ Ἀττικὸν, xui σεμνὸν, xui ὅντως Ἐλληνι-
κὸν, τοὺς δ’ ἐπιφανεστάτους τῶν πάλαι ῥητόρων ,
xui τῆς τέχνης, ὡς εἰπεῖν, ἐφευρετὰς xui πατέρας·
Θᾶττον ἕτερος γέγονεν ἐξ ἑτέρου, τοσοῦτον οὐ δια-
γελώμενος ὡς τὸ πρότερον, xui περιφρονούμενος ἐν
οἷς ἐτύγχανε λόγους ἐπιτηδεύων xui συντιθείς· ὥστε
xui πολλοῖς δόξαι ἀνθ’ ἑτέρου παντὸς παραδείγμα-
τος ζηλοῦντα τοῦ δὲ ἀρκεῖν. Ei μὶν οὗν xui ζήλου
ταῖς ἀληθείαις ἄξιον xui λόγου περὶ τοὺς λόγους
ἐξεγένετο κατορθῶσαι τῷ συγγραφεῖ, ἥδε που πα-
ραστήσει τοῖς ἐξετάζειν βουλομένοις ἡ συγγραφή .
Καλῶ γὰρ οὕτω νῦν τήν ἀνὰ χεῖρας πυκτίδα. Τοῦ
δὲ είς πολὺν τὸν τῶν πονημάτων ἀριθμὸν μὴ ἐκτεῖ-
ναι ἄλλοι μὶν ἅλλῆν λέγουσιν αἰτίαν· xui γὰρ λέγου-
σιν ἢν ἕκαστος βούλεται· αὐτὸν δὲ φάσκειν φασίν
οἵγ’ ἀκριϐῶς ἐκεῖνον εἰδότες, τὸν χρόνον εἶναι βρα-
χύτατον ὄντα τὸν τῆς ἀνέσεως. Ἐπέϐαλε μὶν οὖν τῇ
σπουδῇ ἕκτον xui εἰκοστὸν ἔχων ἔτος · ἔληξε δὲ
τριακοστὸν ἄγων καὶ τρίτον.
Τὸ δὲ ἑξῆς τοιαῦτα πονεῖν, τοῦτο μὲν οἱ περὶ τὸ
ζῇν ἀπεῖρξαν φόϐοι, οὓς αὐτῷ τε καὶ πολλοῖς ἑτέ-
ροις ἡ περὶ τὰ δόγματα καινοτομία, καὶ ἡ τῆς Ἐκ-
κλησίας ἐπέστησε ζάλη, τοῦτο δὲ καὶ ἡ τῶν ψυχῶν
φροντὶς, εἷς ἣν τῶν εἰρημένων αὐτίκα φόϐων Λυθέν-
των, ἕλκεται καὶ παραὸίδοται¹ καὶ ταῦτα δόξας ἐν
ἑαυτῷ βίον ἀπράγμονα τοῦ λοιποῦ ζήσεσθαι θαυμα-
στὸν, οἷον ὁποῖον ἃν καὶ φιλοσόφῳ εἷίτουν ἐλευθέρῳ
φήσεις προσήκειν . Εἷς γὰρ τὸν ὑπέρτατον τῶν πα-
τριαρχῶν ἀνεληλυθὼς θρόνον, ἢ τὸ γ’ ἀληθέστερον
εἰπεῖν ἀνελκυσθεὶς , πάντα γὰρ ταῦτα παρὰ προαί-
ρεσιν τὴν αὐτοῦ ἐπράχθη περὶ αὐτόν . Καὶ καιροῖς
ἐντετοχτικῶς (ἐντετυχηκὼς) ἀνωμάλοις ἐκ τῆς τῶν
Σχισματικῶν μανίας, καὶ δυσχερέσιν, ὁποίοις ἄλλος
οὐδέποτε, καθ’ οὓς ἄνεσις δειλίας ἀπάσης παντὶ δο-
θεῖσα, τοὺς μὲν πλείστους κακίαις μεγάλαις ὐπ·
έζευξε, τήν ἑαυτοῦ τινα ἕκαστον ἡδονὴν καὶ τιμὴν
καὶ ἀρέσκειαν πρὸ τοῦ συμφέροντος καὶ τοῦ τῷ Θεῷ
δοκοῦντος ζητοῦντα, τὴν δὲ Ἐκκλησίαν πάσης τα-
ραχῆς καὶ ἀταξίας ἐνέπλησε , πάντων ἄρχειν ἐν
αὐτῇ, καὶ νομοθετεῖν ἀγαπώντων, ἄρχεσθαι δὲ καὶ
θείοις νόμοις ὑποτάττεσθαι οὐδενός· ὡς συμϐαίνειν
καὶ μάλα ἀληθὲς τὸ τοῦ Πλάτωνος εἶναι, μή πᾶσι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.