PG 142, col. 29

ρως αὐτοῦ καὶ θανάτου. Ἀλλ’ οὗν ἐν τοιαύτῃ συγ-
χόσει πραγμάτων εἷς τι) μέσον συνελασθεὶς, εἷς ’τε
τήν ἀρχὴν, ὡς εἷς ἄλλην τινὰ δυστυχίαν, ἐξ εὐδαί-
μονος καὶ μακαρίας ζωῆς ἀποπεπτωκὼς, καὶ ἀφύ-
κτοις ἀνάγκαις ὑποζυγεὶς,αἴς τήν ὑποπεσοῦσαν ψυ-
χὴν οὒκ ἂν ἐγώ ποτε λόγους ἀξιοίην ἀποτίκτειν γεν-
ναιοτέρους· ὥσπερ οὐδ’ ἀνθρώπων τὸν δρομικώτα-
τον τρέχειν σιδήρῳ πρὸς ἀσφάλειαν διειλημένον τοὺς
πόδας. Καὶ ἄκων τοῦ συντάττειν ἐπαύσατο. Τοῦ
μὶν τοίνυν μὴ πολλοὺς εἶναι τοὺς λόγους αὐτοῦ
ταῦτα τὰ αἴτια. Καὶ πρὸς τούτοις αἱ ποικίλαι τοῦ
σώματος νόσοι, καὶ μάλιστά γε αἱ ἀπὸ τῆς κεφαλῆς
οἳ ἤσκησαν αὐτὸν, καὶ ἐς τὸ χαλεπώτατον ἤγαγον
αἵ τε (faxim? ὑδροποσίαι, ἐπειδή τήν τοῦ oi’vouB
χρῆσιν ἐξ αὐτῆς γενέσεως ἀπεστρέφετο, καὶ οἱ περὶ
τὸ μετεγγράφειν τα τῶν πάλαι σοφῶν ὲκπονή ματα
πόνοι. Ἔτυχε γὰρ ὁ ἀνὴρ καὶ πένης εἶναι, καὶ τῶν
βιϐλίων κατακόρως ἐρῶν. Ἔτυχε δὲ καὶ περὶ 10‘
γράφειν μετρίως, ἀγαθὰς ἔχωνή τὰς χεῖρας, Καὶ
ἔπειδὴ περὶ χρήμασιν οὐκ ἦν τὰ φίλτατα κτήσα-
σθαι, τοῖς ἰδίοις ἱδρῶσιν ἐκτήσατο. Καὶ βιϐλίων
ἀντιγραφεὺς γέγονεν, ὅσον οὐδ’ εἷς σχεδὸν ἕτερος
τῶν λόγων φημὶ μετιόντων. Τοῦ δὲ μή πάντας τῆς
αὐτῆς εἶναι σπουδῆς πρόδηλος οἶμαι ὁ λόγος. Καὶ
γὰρ ὅπερ ἐπὶ τῶν βαναυσικῶν ὁρῶμεν, τοῦτο δὴ
κάνταῦθα λογίζεσθαι δεῖ. Ἐκείνῢις μὲν γὰρ προϊὼν
ὁ τῆς ἀσκήσεως χρόνος βελτιω τῶν προηγησαμένων
τὰ μετὰ ταῦτα δείκνυσιν ἔργα. Καὶ λογογράφοις
τοίνυν, καὶ ῥήτορσι τὰ ἐν γήρᾳ πονήματα γενναιό-
τερα ἅτ εἴη τῶν ἐξ ἀρχῆς. Διά τοῦτο καὶ τῶν ὑπο-
κειμένων ὅσα μὲν σπονδαῖα, τῇ ἀκμῇ λογιστέα· ἃ
δὲ μή τοιαῦτα, τῇ νεότητι προσνεμητέα, καὶ τῷ
ἀτελεῖ τῆς ἀσκήσεως. Τά γε μὴν εἷ’δη τοῦ λόγου
εἴτ’ ἄριστα κέκριται παρ’ αὐτῷ, εἴθ’ ὡς ἑτέρως,
καὶ ὥς ἁπανταχοῦ ἀγωνιστικός ἐστι, καὶ σχημάτων
ἐξαλλαγῆς αὐτῷ μέλει, μέλει δὲ καὶ εὖκρινείας,
μεγέθους, σεμνότητος, γοργότητος, καὶ τῶν τοῦ
ἤθους καλῶν μετά τινος εὐρυθμίας, καὶ συνθήκης
οὐκ ἀγεννοῦς, ἐγὼ μὲν οὐκ ἐρῶ, μὴ καὶ εἰς μῆκος
ἰκτείνω τὸν λόγον, μὴ καὶ τάνδρὶ, ἴσον δ’ εἰπεῖν
ἐμαυτῷ, χαρίζεσθαι δόξω. Ἐμαυτὸν γὰρ ἐκεῖνον
ἥγημαι, καὶ καλῶ, τῆς ἄκρας ἡμῶν ἒνώσεως τοῦθ’
οδτω καὶ λέγειν ἀσφαλῶς γαὶ φρονεῖν δεδωκυίας.
[ἄν τις ἄρα περὶ τῶν ἐκείνου χρηστόν τι, ἢ καὶ
θάτερον μαρτυρῆ, είς τὰ ἐμαυτοῦ καί τὸ σκῶμμα,
εἰς τὰ ἐμαυτοῦ καὶ τὸν ἔπαινον φέρειν φημί ⁸ ὥστ’
ἐμοί γ’ οὕτω τὰ πρὸς ἐκεῖνον ἔχοντι πρέπον ἂν εἶθ]
σιγᾷν. Ἡ δέ που πυκτῖς, ὅπερ καὶ ἄνωθεν ἔφην,
καλῶς τὸν πατέρα τοῖς ἀναγινώσκουσι δείξει, ὥστε
προσεκτέον αὐτῇ τοῦ λοιποῦ. Καὶ ὡς ἂν αὐτὴ δώσει
apisci-1, οὕτω καὶ περὶ τῶν εἰρημένων τὴν ψῆφον
rem.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.