PG 145, col. 864

δους ,τε καὶ Ἰνδοὺς, πρὸς δὲ καὶ Αἰθίοπας καταπλήο
ξας ’ ἐπὶ δὴ τούτοις ὅσοι τε τὰ ἄκρα τῆς ἑῴας τῆς
ἔλαχον κατοικεῖν, καὶ τὰ ἔσχατα τοῦ Ὠκεανοῦ μέρη ·
νῆσόν τε ἣν Ταπροϐἀνην καλοῦσι, καὶ τὸ τῶν Βραχ-
μάνων ἔθνος αύτῷ εἶ’σω θέμενος τοῦ κηρύγματος ·
νεώς τε μεγίστους ἁπανταχοῦ, καὶ τᾶλλα ὅσα δή
προσῆκε καταστησάμενος ἱερῶς, ἐν ὑστέρῳ λόγχαις
διατρηθεὶς τήν πλευρὰν, πρὸς τὸν οὗ τήν πλευρὰν
ἐψηλάφησε, μετεχώρησε. Ναὶ μὴν καὶ ὁ τοῦ Ἀλ-
φαίου Ἰάκωϐος, εἷς δὶ καὶ οὗτος τῶν δώδεκα, κατά
τήν τοῦ ἄγοντος αὐτὸν βουλήν τε καὶ ἡγεσίαν τοῦ
Β ζωοποιοῦ Πνεύματος, μακράν τῷ σώματι τῶν ἀπο-
στόλων γενόμενος, ἐν Γάζῃ μὲν πρῶτα, εἶτα ἐν
Ἐλευθερουπόλει, καὶ ταῖς ἐκεῖσε περιοίκοις τῶν
ὁμοφύλων πόλεσι διατρίψας, τεράστια ἄττα μέγιστα
διεπράξατο. Ῥήμασι δὲ Πνεύματος ἁγίου ὑπερφυέσι
πρὸς τοὺς ἐξ ἐθνῶν ἐπεισφέρων ἰσχύϊ ἀμάχῳ, τὸ
μαρτύριον τῆς Χριστοῦ βασιλείας ἄριστα ἐπεδίδου.
Ἐντεῦθεν τῇ Δίγυπτῳ προσϐαλὼν, καὶ ταῖς ἐσχα-
τιαῖς αῦτῆς, τὸν Χριστὸν Ἰησοῦν Σωτῆρα καὶ Θεὸν
εὐαγγελισάμενος, τὸ τελευταῖον ἒπὶ τῇ Ὀστρακίνῃ
λεγομένῃ πόλει γενόμενος, πολλῷ τῷ χρόνῳ τὰς δια-
τριϐὰς ἐκεῖσε πεποιηκώς · κινδύνοις τε ἅμα καὶ
ἄθλοις ὡς πλείστοις ἐνηθληκὼς, ὕστερον εἰς βεϐαίω-
σιν τῶν μαθητευθέντων αύτῷ σωτηρίας, σταυρῷ καὶ
οὗτος πρός τινων ἀνθισταμένων τῷ λόγῳ τῆς πί-
στεως προσηλοῦται, ’ἱνα κάν τούτῳ μὴ πόρῥω ε’ίη
τῆς τοῦ Διδασκάλον μιμήσεως. ’Ἄξιον δὲ καί τόν
ἀπὸ Κάνᾶ τῆς Γαλιλαίας Σίμωνα, ὃς Ζηλωτής διά
τὸν πρὸς τὸν Διδάσκαλον διάπυρον ζῆλον, καὶ τήν
ἐπὶ πᾶσι τῆς εὐαγγελικῆς πολιτείας ἀκριϐειαν οὕτως
ὠνόμαστο, τοῖς παροῦσιν ἐντάξαι. Μετά γὰρ τὴν
ἔπιπτᾶσαν αύτῷ τοῦ παναγίου Πνεύματος ἐπιφοίτη-
σιν, Αἰγύπτῳ Κυρήνῃ τε καὶ τῇ Ἀφρικῇ προσϐα-
λὼν, Μαυριτανίαν τε καὶ ὅσον τῆς Λιϐύης ἐστὶ, τῷ
Εύαγγελίῳ διαδραμὼν, καὶ πρὸς ἑσπέριον ὠκεανὸν
εἰσϐαλὼν, καὶ τὰς Βρεταννικάς νήσους εὐαγγελισά-
μενος · πολλοῖς δὲ σημείοις καὶ θαυμάτων ἐπιδεί-
ξεσι, θεολογίᾳ τε καὶ διδασκαλίᾳ Χριστὸν ὡς χρεὼν
ἀνύμνησαςο ἀπείροις δὲ τῶν θλίψεων ἐξετασθεές,
τέλος καὶ οὗτος, τὸν διὰ σταυροῦ θάνατον ἀλήκτῳ
τινὶ χαρᾷ εἶσδεξάμενος, πρὸς τὸν αὐτοῦ Διδάσκαλον
μετεχώρησεν. Ὡσαύτως καὶ Ἰούδας ὸ θεῖος · ,οὔχ ὁ
Ἰσκαριώτης, ἀλλ’ ᾧ ἡ κλῆσις διώνυμος ο Θαδδαῖος
γὰρ καὶ Λεϐαῖος ἐκέκλητο ⁸ οὗ πατὴρ μὲν ὁ Ἰωσὴφ,
Ἰάκωϐος δὲ ὁ κατά τοῦ πτερυγίου βληθεὶς κασίγνη-
τος ἐτύγχανεν ὢν, ἐν Ἰουδαίᾳ πρῶτον καὶ Γαλιλαίᾳ,
Σαμαρείᾳ τε καὶ Ἰδουμαίᾳ ' τῆς ’Δραϐείας τε τάς
πόλεις, πρὸς δὴ τούτοις Συρίας καὶ Μεσοποταμίας
πᾶσαν τήν γῆν, τῇ σαγήνῃ τοῦ Εὐαγγελίοτ ζωγρή-
σας ο Ἐδέσσῃ τε, ἣ Αύγάρου πόλις ἦν, ὕστερον ἐπι-
στὰς, ὅπου δὴ πρότερον καὶ ὁ ἕτερος Θαδδαῖος, ὃς
τῶν ἑϐδομήκοντα ἦν εἷς, τὰ κατά Χριστὸν προσε-
σάλπισε · καὶ τὸ ἐνδέον ἐκείνῳ κάλλιστα ἐκπληρώσας,
λόγῳ τε θείῳ, καὶ ἐξαισίοις ἔργοις δοξάσας Χριστὸν,
i

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.