PG 147, col. 621

Τὰς ἀλλοεθνεῖς ἐξάγει πορρωτέρω,
Ἀναγινώσκει τῷ λαῷ καὶ τοὺς νόμους ⁸ ’
Ᾱάκρυα πολλὰ, καὶ λόγοι, πανδαισία,
Παραγγελία, καὶ¹ θανὼν Ἔσδρας γέρων.
ΕΣΔΡΑΣ ΤΟ ΔΕ ΥΤΕΡΟΝ .
Πυνθάνεται δὲ καὶ Νεεμίας πάλιν
Τὰ κατὰ Σαλὴμ ὰρχοινοχόος Ξέρξου,
Μενθάνει κακῶς ἀπὸ τῶν πέριξ ἔχειν,
Ζητεῖ τὸν αύτάνακτα, γραφάς λαμϐάνει,
’Ἠκει τὸ τοῖχος καὶ νεὼν πληροῖ τάχος,
Καλῶς καθιστᾷ κατὰ τὸν νόμον σέϐειν
Τὰς συναγωγὰς καὶ τὰ Σάϐϐατα πάλιν.
Πρὸς τὸν Ξέρξην ἄνεισιν, εἶτα πρὸς πόλιν,
Ἀριστα ποιῶν, καὶ τελευτᾷ τὸν βίον.
Βασιλεία Περσῶν μέχρι Ἀλεξάνδρου.
Ἀρταϐάνης δὲ Ξέρξου τὸ κράτος λύει,
Εἶτ’ Ἀρταξέρξης τὴν θέσιν 6 Μακρόχειρ,
Καὶ δεύτερος Ξέρξης δὲ καὶ Σογδοάνης,
Νόθος Δαρεῖος, καὶ γόνος Ἀρταξέρξης,
¹ Ἀρταξέρξης ἄλλος δὲ τήν κλῆσιν Χῶος,
Ἀρσης 6 Χώου, καὶ κτανὼν 6 Βαγώας,
Καὶ Δαρεῖος ὕετερος έν Περσῶν γένει,
’ον περ Μακεδὼν Ἀλέξανδρος κτιννύει.
ΒΙΒΛΙΟΝ ΜΑΚΚΑΒΑΙΩΝ.
Μετὰ δὲ ταῦτά τις Ἶωάννας θύτης
Χάριν τιμῆς ἔκτεινε συγγόνων ἕνα.
Βαγώας οὐκοῦν στρατηγὸς Ἀρταξέρξου
Χρόνοις ἑν ἑπτὰ συνταράσσει τὸ στῖφος.
Θύτης Ἰωαδὰμ ἐκ γόνων Ἰωάννα,
Ὀμαιμος αύτῷ Μανασσῆς, ἔρις λόγων,
Σαναϐαλέτης σατράπης 6 Δαρείου
Τῷ Μανασσῇ ζεύγνυσι τὴν θυγατέρα.
Τοῦ Μανασσῆ δίωξις ἐκ θείου δόμου
Τοῦ πενθεροῦ, βάρος δὲ καὶ βουλὴ ξένη,
Φυγὴ πρὸς αὐτὸν ταυτοπαθῶν είς γάμους,
Ἐν τῷ μέσῳ μόρος δὲ καὶ τοῦ Δαρείου,
Σαναϐαλέτης πρόσεισιν Ἀλεξάνδρῳ,
Δίδωσιν ἀρχὴν, ἀντίχαριν λαμϐάνει
Ἐν τῷ Γαριζὶν τῷ Θεῷξ στῆσαι δόμον,
Ἐκεῖ τὸ λοιπὸν Μανασσῆν ποιεῖ θύτην, .
Μερίσας αἰσχρῶς τοὺς λαοὺς κακοτρόπους.
Ἐκ Μακεδόνων Ἀλέξανδρος Φιλίππου
Μετ’ Ἰλλυριοὺς καὶ Θρᾷκας, τὰς Ἀθήνας
Πέρσαις ἐπεστράτευσε, νικᾷ σατράπας,
’.ὶρχὴν Περσῶν σύμπασαν ὲκ Θεοῦ λύει,
Αἴγυπτον εἷλε, Συρίαν. Παλαιστίνην,
Λαμπρὰν ἀνιστᾷ τὴν ἐπώνυμον πόλιν,
Τύρων κατασπᾷ καὶ Σιδωνίων χθόνα,
Λείττει δὲ τὸ ζῇν, ὡς λόγος, τῷ φαρμάκῳ.
Τέως καθιστῶν τὴν μάχην ἐπὶ Γῦρον
Σύμμαχον αίτεῖ τὴν πόλιν τιῖιν⁸⁹Εϐραίων.
Θύτης ἰωὰδ ού δίδωσιν εὐλόγως.
Μετὰ μικρὸν ἥκει δὲ σὺν παντευχίᾳ.
'0 γ.ὖν θύτης ἔξεισιν ἐστολισμένος.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.